Echo Scripture

Psalms 129

Read in English (BSB) — Psalms 130

ᾨδὴ τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσηται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινα, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν νόμον αὐτοῦ. ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.