ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου· οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, εἰ μὴ ἐταπεινοφρόνουν. καὶ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ἕως ἀνταποδώσεις ἐπὶ ψυχήν μου. ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Psalms 130
Read in English (BSB) — Psalms 131 →Tap any verse to see what it echoes — and start a chain or echo from it.