Echo Scripture

Psalms 128

Read in English (BSB) — Psalms 129

ᾨδὴ τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ· πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν. αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών· γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων· καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφ᾽ ἡμᾶς, εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.