Echo Scripture

Joshua 13

Read in English (BSB) — Joshua 13

Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. καὶ αὕτη ἡ γῆ καταλελιμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσειρεὶ καὶ ὁ Χαναναῖος· ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπίαις τῶν Φυλιστιέμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτείῳ καὶ τῷ Ἀσκαλωνείτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνείτῃ καὶ τῷ Εὐαίῳ· ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χανάααν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ταφὲκ ἕως τῶν ὁρίων τῶν Ἀμορραίων· καὶ πᾶσαν τὴν γῆν Γαλιὰθ Φυλιστιεὶμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγαὰ ὑπὸ τὸ ὄρος τὸ Ἁερμὼν ἕως τῆς εἰσόδου Ἑμάθ· πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεθμεμφωνμάιμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοι ἐνετειλάμην. καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, ἀπὸ τοῦ Ἰσρδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῖς φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, τῷ Ῥουβὴν καὶ τῷ Γάδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τῷ Ἰορδάνῃ· κατ᾽ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς Κυρίου, ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μεισὼρ ἀπὸ Δαιδαβάν· πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμορραίων, ὃς ἐβασίλευσεν ἐν Ἑσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἀμμών· καὶ τὴν Γαλααδείτιδα καὶ τὰ ὅρια Γεσειρεὶ καὶ τοῦ Μαχατεί, πᾶν ὄρος Ἁερμών, καὶ πᾶσαν τὴν Βασανεῖτιν ἕως Ἀχά· πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανείτιδι, ὃς ἐβασίλευσεν ἐν Ἐδράειν καὶ ἐν Ἀσταρώθ· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν. καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσειρεὶ καὶ τὸν Μαχατεὶ καὶ τὸν Χαναναῖον· καὶ κατῴκει βασιλεὺς Γεσειρεὶ καὶ ὁ Μαχατεὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας. πλὴν τῆς φυλῆς Λευεὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ θεὸς Ἰσραήλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς Κυρίος. καὶ οὗτος ὁ καταμερισμὸς ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ. Καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν. καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροήρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ἀρνών, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνών· καὶ πᾶσαν τὴν Μεισὼρ ἕως Ἑσεβών, καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μεισώρ, καὶ Δαιβὼν καὶ Βαιμὼν Βάαλ καὶ οἴκου Μεελβὼθ καὶ Βάσαν καὶ Βακεδμὼθ καὶ Μαιφάαθ, καὶ Καριαθάιμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σείων ἐν τῷ ὄρει Ἔναβ, καὶ Βαιθφογὼρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθθασεινώθ, καὶ πάσας τὰς πόλεις τοῦ Μεισώρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιάμ, καὶ τὸν Εὐεὶ καὶ τὸν Ῥόβοκ καὶ τὸν Σοὺρ καὶ τὸν Οὓρ καὶ τὸν Ῥόβε ἄρχοντα, ἔναρα Σειών, καὶ τοὺς κατοικοῦντας Σειών. καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ. ἐγένετο δὲ τὰ ὅρια Ῥουβήν, Ἰορδάνης ὅριον. αὕτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δὴμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι αἱ πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμὼν ἕως Ἀραβά, ἥ ἐστιν κατὰ πρόσωπον Ἀράδ, καὶ ἀπὸ Ἑσεβὼν ἕως ἀραβὼθ κατὰ τὴν Μασσηφά, καὶ Βοτανεὶ καὶ Βαὰν ἕως τῶν ὁρίων Δαιβών, καὶ Ἐναδὼμ καὶ Ὀθαργαεὶ καὶ Βαινθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἑσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενέρεθ πέραν τοῦ Ἰορδάνου ἀπ᾽ ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν· ὅτι ἐγενήθη κατὰ δήμους αὐτῶν· αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. Καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσὴ κατὰ δήμους αὐτῶν. καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαανὰ καὶ πᾶσα βασιλεία Βασανεὶ καὶ πᾶσα βασιλεία Ὤγ βασιλέως Βασάν, καὶ πάσας τὰς κώμας Ἰαεὶρ αἵ εἰσιν ἐν τῇ Βασανείτιδι, ἑξήκοντα πόλεις· καὶ τὸ ἥμισυ τῆς Γαλαάδ, καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν πόλεις βασιλείας Ὤγ ἐν Βασανείτιδι, τοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ κατὰ δήμους αὐτῶν. Οὗτοι οὕς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν ἀραβὼθ Μωάβ, ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἐπ᾽ ἀνατολῶν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.