Echo Scripture

Joshua 14

Read in English (BSB) — Joshua 14

Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χανάαν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ. κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς, ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου. καὶ τοῖς Λευείταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς, ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσὴ καὶ Ἐφράιμ· καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευείταις, ἀλλ᾽ ἤ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν. ὅν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐμέρισαν τὴν γῆν. Καὶ προσήλθοσαν οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλὲβ ὁ τοῦ Ἰεφοννὴ ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα ὅ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδὴς Βαρνή. τεσσεράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδὴς Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ. οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ᾽ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ θεῷ μου. καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων Ἡ γῆ ἐφ᾽ ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ θεοῦ ἡμῶν. καὶ νῦν διέθρεψέν με Κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσερακοστὸν καὶ πέμπτον ἔτος ἀφ᾽ οὗ ἐλάλησεν Κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν, καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν εἰσελθεῖν καὶ ἐξελθεῖν εἰς τὸν πόλεμον. καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ἐνακεὶμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ᾽ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτοὺς ὃν τρόπον εἶπέν μοι Κύριος. καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκεν Χεβρὼν τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ υἱῷ Κενὲζ ἐν κλήρῳ. διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χαλὲβ τῷ τοῦ Ἰεφοννὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι. Κυρίου θεοῦ Ἰσραήλ. τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀργόβ· μητρόπολις τῶν Ἐνακεὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.