Echo Scripture

Joshua 12

Read in English (BSB) — Joshua 12

Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσρηὰλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφ᾽ ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνὼν ἕως τοῦ ὄρους Ἁερμών, καὶ πᾶσαν τὴν γῆν Ἁραβὰ ἀπ᾽ ἀνατολῶν· Σηὼν τὸν βασιλέα τῶν Ἁμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών, κυριεύων ἀπὸ Ἀρνών, ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβόκ, ὅρια υἱῶν Ἀμμών, καὶ Ἀραβὰ ἕως τῆς θαλάσσης Χενέρεθ κατ᾽ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἀραβά, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἁσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Μηδὼθ Φασγά· καὶ Ὢγ βασιλεὺς Βασὰ ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, ἄρχων ἀπὸ ὄρους Ἁερμὼν καὶ ἀπὸ Σεκχαί, καὶ πᾶσαν τὴν Βασὰν ἕως ὁρίων Γεργεσεὶ καὶ τὴν Μαχεὶ καὶ τὸ ἥμισυ Γαλαάδ, ὁρίων Σηὼν βασιλέως Ἑσεβών. Μωυσῆς ὁ παῖς Κυρίου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή. Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βαλαγαδὰ ἐν πεδίῳ Λιβάνῳ καὶ ἕως τοῦ ὄρους Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὸν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Ἀραβὰ καὶ ἐν Ἀσηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Νάγεβ, τὸν Χετταῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὑαῖον καὶ τὸν Ἰεβουσαῖον· καὶ τὸν βασιλέα Ἰερειχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστιν πλησίον Βαιθήλ, βασιλέα Ἰερουσαλήμ, βασιλέα Χεβρών, βασιλέα Ἰερειμούθ, βασιλέα Λαχείς, βασιλέα Αἰλάμ, ⸆ βασιλέα Γάζερ, βασιλέα Δαβείρ, βασιλέα Ἄσει, βασιλέα Ἑρμάθ, βασιλέα Αἰράθ, βασιλέα Ἀράθ, βασιλέα Λεβνά, βασιλέα Ὀδολλάμ, βασιλέα Ἠλάδ, βασιλέα Ἀταφόυτ, βασιλέα Ὅφερ, βασιλέα Ὀφὲκ τῆς Ἀρώκ, βασιλέα Ἁσόμ, βασιλέα Συμοών, βασιλέα Μαμρώθ, βασιλέα Ἀζείφ, βασιλέα Κάδης, βασιλέα Ζακάχ, βασιλέα Μαρεδὼθ καὶ βασιλέα Ἰεκὸμ τοῦ Χερμέλ, βασιλέα Ἐλδὼμ τοῦ Φεννεδδώρ, βασιλέα Γεεὶ τῆς Γαλειλαίας, βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.

Tap any verse to see what it echoes — and start a chain or echo from it.