Echo Scripture

Genesis 29

Read in English (BSB) — Genesis 29

Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἠσαύ. καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπὶ τὸ αὐτό. ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος. καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ. εἶπεν δὲ αὐτοῖς Ἰακώβ Ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν Ἐκ Χαρράν ἐσμεν. εἶπεν δὲ αὐτοῖς Γινώσκετε Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν Γινώσκομεν. εἶπεν δὲ αὐτοῖς Ὑγιαίνει; οἱ δὲ εἶπαν Ὑγιαίνει. ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. καὶ εἶπεν Ἰακώβ Ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε. οἱ δὲ εἶπαν Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσωσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λαβὰν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. ἐγένετο δὲ ὡς ἴδεν Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα ⸆ Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότισεν τὰ πρόβατα Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχήλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν. καὶ ἀνήγγειλεν τῇ Ῥαχὴλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστίν, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστίν· ⸂⸆⸃ καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς ⸆ κατὰ τὰ ῥήματα ταῦτα. καὶ ἐγένετο ὡς ἤκουσεν Λαβὰν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λαβὰν πάντας τοὺς λόγους τούτους. καὶ εἶπεν αὐτῷ Λαβάν Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ· καὶ ἦν μετ᾽ αὐτοῦ ⸂⸆⸃ μῆνα ἡμερῶν. εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ Ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν. τῷ δὲ Λαβὰν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ. οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει. ἠγάπησεν δὲ Ἰακὼβ τὴν Ῥαχήλ, καὶ εἶπεν Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. εἶπεν δὲ αὐτῷ Λαβάν Βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾽ ἐμοῦ. καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη. εἶπεν δὲ Ἰακὼβ τῷ Λαβάν Ἀπόδος μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. συνήγαγεν δὲ Λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον. καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ. ἔδωκεν δὲ Λαβὰν Ζέλφαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ ἦν Λεία· εἶπεν δὲ Ἰακὼβ Λαβάν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα σοί; καὶ ἵνα τί παρελογίσω με; εἶπεν δὲ Λαβάν Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν· συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ᾽ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα. ἐποίησεν δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν Λαβὰν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ ⸆ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. καὶ εἰσῆλθεν πρὸς Ῥαχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. Ἰδὼν δὲ Κύριος ὁ θεὸς ὅτι μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα Διότι εἶδέν μου Κύριος τὴν ταπείνωσιν· νῦν ἀγαπήσει με ὁ ἀνήρ μου. καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ, καὶ εἶπεν ὅτι Ἤκουσεν Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέν μοι καὶ τοῦτον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Συμεών. ⸂⸆⸃ καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν, καὶ εἶπεν Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Λευί. καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱόν, καὶ εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι Κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰουδά. καὶ ἔστη τοῦ τίκτειν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.