Ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκεν τῷ Ἰακώβ, καὶ ἐζήλωσεν Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπεν τῷ Ἰακώβ Δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ. ἐθυμώθη δὲ Ἰακὼβ τῇ Ῥαχὴλ καὶ εἶπεν αὐτῇ Μὴ ἀντὶ τοῦ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σε καρπὸν κοιλίας; εἶπεν δὲ Ῥαχὴλ τῷ Ἰακώβ Ἰδοὺ ἡ παιδίσκη μου Βάλλα, εἴσελθε πρὸς αὐτήν· καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, ἵνα τεκνοποιήσωμαι κἀγὼ ἐξ αὐτῆς. καὶ ἔδωκεν αὐτῷ Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ· καὶ συνέλαβεν Βάλλα ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν. καὶ εἶπεν Ῥαχήλ Ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δάν. καὶ συνέλαβεν ἔτι Βάλλα ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν υἱὸν δεὺτερον τῷ Ἰακώβ. καὶ εἶπεν Ῥαχήλ Συνεβάλετό μοι ὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλεί. ἴδεν δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβεν Ζέλφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα. εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακώβ· καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν. καὶ εἶπεν Λεία Ἐν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γάδ. καὶ συνέλαβεν ἔτι Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν ἔτι τῷ Ἰακὼβ υἱὸν δεύτερον. καὶ εἶπεν Λεία Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με πᾶσαι αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀσήρ. ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπεν δὲ Ῥαχὴλ τῇ Λείᾳ Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. εἶπεν δὲ Λεία Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ῥαχήλ Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου· καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς τὴν νύκτα ἐκείνην. καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱὸν πέμπτον. καὶ εἶπεν Λεία Δέδωκέν μοι ὁ θεὸς τὸν μισθόν μου ἀνθ᾽ ὧν ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰσσαχάρ, ὅ ἐστιν Μισθός. καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ. καὶ εἶπεν Λεία Δεδώρηται ὁ θεός μοι δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλών. καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δεινά. καὶ ἔστη τοῦ τίκτειν. ἐμνήσθη δὲ ὁ θεὸς Ῥαχήλ· καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν· καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱόν. εἶπεν δὲ Ῥαχήλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον. Ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λαβάν Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλίαν ἣν δεδούλευκά σοι. εἶπεν δὲ αὐτῷ Λαβάν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ. διάστειλον τὸν μισθόν σου πρὸς μέ, καὶ δώσω σοι. εἶπεν δὲ αὐτῷ Ἰακώβ Σὺ γινώσκεις ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ᾽ ἐμοῦ. μικρὰ γὰρ ἦν ὅσα ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος· καὶ ηὐλόγησέν σε Κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; καὶ εἶπεν αὐτῷ Λαβάν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ἰακώβ Οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσεις μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω. παρελθάτω τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασιν καὶ πᾶν διάραντον καὶ λευκὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός. καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἄρνασιν, κεκλεμμένον ἔσται παρ᾽ ἐμοί. εἶπεν δὲ αὐτῷ Λαβάν Ἔστω κατὰ τὸ ῥῆμά σου. καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ· Ἰακὼβ δὲ ἐποίμαινεν ⸆ τὰ πρόβατα Λαβὰν τὰ ὑπολειφθέντα. ἔλαβεν δὲ αὐτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκά, περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν ὃ ἐλέπισεν ποικίλον. καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων καὶ ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐνκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους. καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακώβ, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾽ ἑαυτόν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβάν. ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐνκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους· ἡνίκα γὰρ ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβάν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ. καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα· καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.
Genesis 30
Read in English (BSB) — Genesis 30 →Tap any verse to see what it echoes — and start a chain or echo from it.