προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτόν, καὶ ἐνετείλατο αὐτῷ λέγων Οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χανάαν· ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν Συρίας εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρός σου. ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν· καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν δέδωκεν ὁ θεὸς τῷ Ἀβραάμ. καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἠσαύ. ἴδεν δὲ Ἠσαὺ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα, ἐν τῷ εὐλογεῖν αὐτόν, καὶ ἐνετείλατο αὐτῷ λέγων Οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων Χανάαν· καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς ἑαυτοῦ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν. καὶ ἴδεν Ἠσαὺ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανάαν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Ἠσαὺ πρὸς Ἰσμαήλ, καὶ ἔλαβεν τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ, ἀδελφὴν Ναβαιώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα. Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν. καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἐπέθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτῆς. ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾽ αὐτῆς καὶ εἶπεν Ἐγὼ ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ ἐφ᾽ ἧς σὺ καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ᾽ ἀνατολάς· ⸆ καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδού ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλείπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. ⸂⸆⸃ καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι Ἔστιν Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη, καὶ εἶπεν Ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ᾽ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. καὶ ἀνέστη Ἰακὼβ τὸ πρωί, καὶ ἔλαβεν τὸν λίθον ὃν ἔθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος θεοῦ· καὶ Οὐλαμμαὺς ἦν ὄνομα τῇ πόλει τὸ πρότερον. καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων Ἐὰν ᾖ Κύριος ὁ θεὸς μετ᾽ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι Κύριος εἰς θεόν· καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ· καὶ πάντων ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.
Genesis 28
Read in English (BSB) — Genesis 28 →Tap any verse to see what it echoes — and start a chain or echo from it.