Echo Scripture

2 Samuel 9

Read in English (BSB) — 2 Samuel 9

Καὶ εἶπεν Δαυείδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαούλ, καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωναθάν; καὶ ἐκ τοῦ οἴκου Σαοὺλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σειβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυείδ· καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἰ σὺ εἶ Σειβά; καὶ εἶπεν Ἐγὼ δοῦλος σός. καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνήρ, καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος θεοῦ; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ἰωναθὰν πεπληγὼς τοὺς πόδας. καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχεὶρ υἱοῦ Ἀμαὴρ ἐκ τῆς Λαδαβάρ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαξεὶρ υἱοῦ Ἀμειὴλ ἐκ τῆς Λαδαβάρ. καὶ παραγίνεται Μεμφιβόσθε υἱὸς Ἰωναθὰν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυείδ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἶπεν αὐτῷ Δαυείδ Μεμφιβόσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλός σου. καὶ εἶπεν αὐτῷ Δαυείδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωναθὰν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός. καὶ προσεκύνησεν Μεμφιβόσθε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί; καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σειβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα ὅσα ἐστὶν τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου. καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται ἄρτους· καὶ Μεμφιβόσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. καὶ τῷ Σειβὰ ἦσαν πέντε καὶ δέκα υἱοὶ καὶ εἴκοσι δοῦλοι. καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβόσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυεὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως. καὶ τῷ Μεμφιβόσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μειχά. καὶ πᾶσα ἡ κατοίκησις αὐτοῦ οἴκου Σειβὰ δοῦλοι τοῦ Μεμφιβόσθε. καὶ Μεμφιβόσθε κατῴκει ἐν Ἰερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.