Echo Scripture

2 Samuel 10

Read in English (BSB) — 2 Samuel 10

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἁννὼν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. καὶ εἶπεν Δαυείδ Ποιήσω ἔλεος μετὰ Ἁννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾽ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυεὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ· καὶ παρεγένοντο οἱ παῖδες Δαυεὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών. καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἁννὼν τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυεὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ᾽ ὅπως οὐχὶ ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυεὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ; καὶ ἔλαβεν Ἁννὼν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν, καὶ ἐξαπέστειλεν αὐτούς. καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε. καὶ εἶδαν οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυείδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν καὶ ἐμισθώσαντο τὴν Συρίαν καὶ Ῥοώβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλήκ, χιλίους ἄνδρας, καὶ Εἰστώβ, δώδεκα χιλιάδας ἀνδρῶν. καὶ ἤκουσεν Δαυείδ, καὶ ἀπέστειλεν τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς. καὶ ἐξῆλθαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Εἰστὼβ καὶ Ἀμαλήκ, μόνοι ἐν ἀγρῷ. καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραήλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας. καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεισὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμών, καὶ εἶπεν Ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κραταιωθῶσιν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε. ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετ᾽ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ. καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγεν Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεισὰ καὶ εἰσῆλθαν εἰς τὴν πόλιν· καὶ ἀνέστρεψαν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμών, καὶ παρεγένοντο εἰς Ἰερουσαλήμ. καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό. καὶ ἀπέστειλεν Ἁδραάζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἁδραάζαρ ἔμπροσθεν αὐτῶν. καὶ ἀνηγγέλη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένοντο εἰς Αἱλάμ· καὶ παρετάξατο Δαυεὶδ ἀπέναντι Συρίας καὶ ἐπολέμησαν μετ᾽ αὐτοῦ. καὶ ἔφυγεν Συρία ἀπὸ προσώπου Ἰσραήλ· καὶ ἀνεῖλεν Δαυεὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσεράκοντα χιλιάδας ἱππέων· καὶ Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν, καὶ ἀπέθανεν ἐκεῖ. καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἁδραάζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.

Tap any verse to see what it echoes — and start a chain or echo from it.