Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ υἱὸν Ῥαὰβ βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. καὶ προκατελάβετο Δαυεὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα. καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν Δαυεὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. καὶ ἔλαβεν Δαυεὶδ τοὺς χλίδωνας τοὺς χρυσοῦς οὓς ἐποίησεν ἐπὶ τῶν παίδων τῶν Ἀδραάζαρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἰερουσαλὴμ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Σολομῶντος. καὶ ἐκ τῆς Μασβὰκ ἔλαβεν ὁ βασιλεὺς Δαυεὶδ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἁδραάζαρ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη. Καὶ ἤκουσεν Θούου ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ πᾶσαν τὴν δύναμιν Ἁδραάζαρ, καὶ ἀπέστειλεν Θόου Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυεὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπάταξεν τὸν Ἁδραάζαρ· καὶ ἐπάταξεν αὐτόν, ὅτι κείμενος ἦν τῷ Ἁδραάζαρ· καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ. καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς τῷ κυρίῳ μετὰ τοῦ ἀργυρὶου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν· ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἁδραάζαρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά. καὶ ἐποίησεν Δαυεὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γεβέλεμ εἰς ὀκτὼ καὶ δέκα χιλιάδας. καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ Ἰσραήλ· καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων, καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιαθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς, καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ Χελεθθεὶ καὶ ὁ Φελεττεί· υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.
2 Samuel 8
Read in English (BSB) — 2 Samuel 8 →Tap any verse to see what it echoes — and start a chain or echo from it.