Echo Scripture

2 Kings 20

Read in English (BSB) — 2 Kings 20

Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἑζεκίας εἰς θάνατον· καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Ἔντειλαι τῷ οἴκῳ σου· ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ. καὶ ἐπέστρεψεν Ἑζεκίας πρὸς τὸν τοῖχον, καὶ ηὔξατο πρὸς Κύριον λέγων Ὢ δὴ Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθόν σου ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ. καὶ ἦν Ἠσαίας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Ἑζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου Τάδε λέγει Κύριος ὁ θεὸς Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου. καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη, καὶ ἐκ χειρὸς βασιλέων Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην· καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν δοῦλόν μου. καὶ εἶπεν Λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει. καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Τί τὸ σημεῖον ὅτι ἰάσεται Κύριός με, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ; καὶ εἶπεν Ἠσαίας Τοῦτο τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει Κύριος τὸν λόγον ὃν ἐλάλησεν· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς. καὶ εἶπεν Ἐζεκίας Κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾽ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω. καὶ ἐβόησεν Ἠσαίας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλδὰν υἱὸς Βαλαὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰν πρὸς Ἑζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Ἐζεκίας. καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. καὶ εἰσῆλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος. καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Πάντα ὃσα ἐν τῷ οἴκῳ μου εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Ἄκουσον λόγον Κυρίου· ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπεν Κύριος· καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησεν. καὶ τὰ λοιπὰ τῶν λόγων Ἑζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἑζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Μανασσὴ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.