Echo Scripture

2 Kings 19

Read in English (BSB) — 2 Kings 19

Καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Ἑζεκίας, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου. καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν τὸν προφήτην υἱὸν Ἀμώς, καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ. εἴ πως εἰσακούσεται Κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσεν Κύριος ὁ θεός σου, καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λήμματος τοῦ εὑρισκομένου. καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἑζεκίου πρὸς Ἠσαίαν, καὶ εἶπεν αὐτοῖς Ἠσαίας Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων. ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ. Καὶ ἐπέστρεψεν Ῥαψάκης, καὶ εὗρεν τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λομνά, ὃτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχείς. καὶ ἤκουσεν περὶ Θαρὰ βασιλέως Αἰθιόπων λέγων Ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ· καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων Μὴ ἐπαιρέτω σε ὁ θεός σου, ἐφ᾽ ᾧ σὺ πέποιθας ἐν αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. ἰδοὺ σὺ ἤκουσας πάντα ὃσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς, τοῦ ἀναθεματίσαι αὐτάς· καὶ σὺ ῥυσθήσῃ; μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν; οὐ διέφθειραν οἱ πατέρες μου τήν τε Γωζὰν καὶ τὴν Χαρρὰν καὶ Ῥάφεις καὶ υἱοὺς Ἔδεμ τοὺς ἐν Θαεσθέν; ποῦ ἐστιν ὁ βασιλεὺς Μὰθ καὶ ὁ βασιλεὺς Ἀρφάθ; καὶ ποῦ Σεφφαρουάιν, Ἁνὲς καὶ Οὐδού; καὶ ἔλαβεν Ἑζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Ἑζεκίας ἐναντίον Κυρίου, καὶ εἶπεν Κύριε ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβείν, σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἴδε, καὶ ἄκουσον τοὺς λόγους Σενναχηρεὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. ὅτι ἀληθείᾳ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη, καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν ἀλλ᾽ ἢ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς. καὶ νῦν, Κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ Κύριος ὁ θεὸς μόνος. Καὶ ἀπέστειλεν Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν λέγων Τάδε λέγει Κύριος ὁ θεὸς τῶν δυνάμεων θεὸς Ἰσραήλ Ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων ἤκουσα. οὗτος ὁ λόγος ὃν ἐλάλησεν Κύριος ἐπ᾽ αὐτόν Ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σειών· ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ. τίνα ὠνείδισας καὶ ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνὴν καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου; εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ. ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριόν σου καὶ εἶπας Ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου· καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ· καὶ ἦλθεν εἰς μέσον δρυμοῦ καὶ Καρμήλου. ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια, καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς. ἔπλασα αὐτήν, συνήγαγον αὐτήν· καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀπὸ οἰκεσιῶν μαχίμων, πόλεις ὀχυράς. καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπταισαν καὶ κατῃσχύνθησαν· ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος. καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων, καὶ τὸν θυμόν σου ἐπ᾽ ἐμέ. διὰ τὸ ὀργισθῆναὶ σε ἐπ᾽ ἐμέ, καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου· καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. καὶ τοῦτό σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα, καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτει τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω, καὶ ποιήσει καρπὸν ἄνω. ὅτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσεται κατάλειμμα, καὶ ἀνασωζόμενος ἐξ ὄρους Σειών. ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο. οὐχ οὕτως· τάδε λέγει Κύριος πρὸς βασιλέα Ἀσσυρίων Οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην, καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὸν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα. τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται· καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος. καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν δοῦλόν μου. Καὶ ἐγένετο νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἰδοὺ πάντες σώματα νεκρά. καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή. καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Ἐσδρὰχ θεοῦ αὐτοῦ, καὶ Ἀδραμέλεχ καὶ Σαράσαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ· καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.