Υἱὸς δώδεκα ἐτῶν Μανασσὴ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ὁψειβά. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν Ἐν Ἰερουσαλὴμ θήσω τὸ ὄνομά μου. καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐλλὴν καὶ γνώστας ἐπλήθυνεν, τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν Κύριος πρὸς Δαυεὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ ἐν Ἰερουσαλὴμ ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα, καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο ὁ δοῦλός μου Μωυσῆς. καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη ἅ ἠφάνισεν Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ. καὶ ἐλάλησεν Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων Ἀνθ᾽ ὧν ὅσα ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτεν καί γε Ἰουδὰ ἐν τοῖς εἰδώλοις αὐτῶν· οὐχ οὕτως· τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδά, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ· καὶ ἐκτενῶ ἐπὶ Ἰερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ· καὶ ἀπεώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν ἐχθροῖς αὐτῶν· ἀνθ᾽ ὧν ὅσα ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης. καί γε αἷμα ἀθῷον ἐξέχεεν Μανασσῆς πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν Ἰερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ὧν ἐξήμαρτεν τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου. καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Μανασσὴ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλάμ, θυγάτηρ Ἁροὺς ἐξ Ἰεσεβάλ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὼς ἐποίησεν Μανασσὴ ὁ πατὴρ αὐτοῦ. καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ καὶ προσεκύνησεν αὐτοῖς. καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τῶν πατέρων αὐτοῦ, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου. καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼς πρὸς αὐτόν, καὶ ἐθανάτωσαν αὐτὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ. καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Ἀμώς· καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσείαν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ. καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμὼς ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἰωσείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
2 Kings 21
Read in English (BSB) — 2 Kings 21 →Tap any verse to see what it echoes — and start a chain or echo from it.