Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἑζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβού, θυγάτηρ Ζαχαρίου. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. αὐτὸς ἐξῆρεν τὰ ὑψηλά, καὶ συνέτριψεν τὰς στήλας, καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεσθαλεί. ἐν κυρίῳ θεῷ Ἰσραὴλ ἤλπισεν, καὶ μετ᾽ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ· καὶ ἐκολλήθη τῷ κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ, καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυσῇ. καὶ ἦν Κύριος μετ᾽ αὐτοῦ, καὶ ἐν πᾶσιν οἷς ἐποίει συνῆκεν· καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ. αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἑζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανάσσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾽ αὐτήν· καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἑζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσῆε βασιλεῖ Ἰσραήλ, καὶ συνελήμφθη Σαμάρεια. καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἁλάε καὶ ἐν Ἁβιὼρ ποταμῷ Γωζὰν καὶ Ὀρὴ Μήδων· ἀνθ᾽ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν. Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Ἑζεκιοὺ ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς. καὶ ἀπέστειλεν Ἑζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχεὶς λέγων Ἡμάρτηκα, ἀποστράφητι ἀπ᾽ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ᾽ ἐμὲ βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἑζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου. καὶ ἔδωκεν Ἑζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἑζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἑζεκίας βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων. Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θανθὰν καὶ τὸν Ῥαφεὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχεὶς πρὸς τὸν βασιλέα Ἑζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἰερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἰερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. καὶ ἐβόησαν πρὸς Ἑζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἐλιακεὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωσαφὰτ ὁ ἀναμιμνήσκων. καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Εἴπατε δὴ πρὸς Ἑζεκίαν Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί ἡ πεποίθησις αὕτη ἣν πέποιθας; εἶπας, πλὴν λόγοι χειλέων Βουλὴ καὶ δύναμις εἰς πόλεμον· νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί; νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾽ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾽ αὐτόν. καὶ ὅτι εἶπας πρὸς μέ Ἐπὶ Κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος ἀπέστησεν Ἑζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τῇ Ἰερουσαλήμ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ; καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾽ αὐτούς. καὶ πῶς ἀποστρέψετε τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾽ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. καὶ εἶπεν Ἐλιακεὶμ υἱὸς Χελκείου καὶ Σόμνας καὶ Ἰώας πρὸς Ῥαψάκην Λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾽ ἡμῶν Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους, τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾽ ὑμῶν ἅμα; καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησεν μεγάλῃ Ἰουδαιστί· καὶ ἐλάλησεν καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων Τάδε λέγει ὁ βασιλεύς Μὴ ἐπαιρέτω ὑμᾶς Ἑζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρὸς αὐτοῦ. καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἑζεκίας πρὸς Κὺριον λέγων Ἐξαιρούμενος ἐξελεῖται Κύριος· οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. μὴ ἀκούετε Ἑζεκίου, ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ποιήσατε μετ᾽ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρὸς μέ, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ, καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται, καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ, ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἑζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων Κύριος ῥύσεται ὑμᾶς. μὴ ῥυόμενοι ἐρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Αἱμὰθ καὶ Ἀρφάλ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαρουμάιν; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὃτι ἐξελεῖται Κύριος τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου; καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων Οὐκ ἀποκριθήσεσθε αὐτῷ. καὶ εἰσῆλθεν Ἐλιακεὶμ υἱὸς Χελκείου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰώας υἱὸς Σαφὰν ὁ ἀναμιμνήσκων πρὸς τὸν Ἐζεκίαν διερρηχότες τὰ ἱμάτια, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου.
2 Kings 18
Read in English (BSB) — 2 Kings 18 →Tap any verse to see what it echoes — and start a chain or echo from it.