Echo Scripture

2 Kings 17

Read in English (BSB) — 2 Kings 17

Ἐν ἔτει δωδεκάτῳ τῷ Ἀχὰζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὡσῆε υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ. ἐπ᾽ αὐτὸν ἀνέβη Σαμεννάσαρ βασιλεὺς Ἀσσυρίων· καὶ ἐγενήθη αὐτῷ Ὡσῆε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μανάχ. καὶ εὗρεν βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὡσῆε ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, καὶ οὐκ ἤνεγκεν μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς. καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ, καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ᾽ αὐτὴν τρία ἔτη. ἐν ἔτει ἐνάτῳ Ὡσῆε συνέλαβεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν τὸν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἁλάε καὶ ἐν Αβώρ, ποταμοῖς Γωζάρ, καὶ Ὀρὴ Μήδων. Καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ κυρίῳ θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους, καὶ ἐπορεύθησαν τοῖς δικαιώμασιν τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ, καὶ οἱ βασιλεῖς Ἰσραὴλ ὅσοι ἐποίησαν, καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ἰσραὴλ λόγους οὐχ οὕτως κατὰ Κυρίου θεοῦ αὐτῶν· καὶ ὧν ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν, ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς. καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους· καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἀπῴκισεν Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον· καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπεν Κύριος αὐτοῖς Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο Κυρίῳ. καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδᾳ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος λόγον Ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν. καὶ οὐκ ἤκουσαν, καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν· καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα. ἐνκατέλιπον τὰς ἐντολὰς Κυρίου θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βάαλ· καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραήλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη. καί γε Ἰούδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς τοῦ θεοῦ, καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραὴλ οἷς ἐποίησαν. καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι Ἰσραήλ. καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. ὅτι πλὴν Ἰσραὴλ ἐπάνωθεν οἴκου Δαυείδ, καὶ ἐβασίλευσαν τὸν Ἰεροβοὰμ υἱὸν Ναβάτ· καὶ ἐξέωσεν Ἰεροβοὰμ τὸν Ἰσραὴλ ἐξόπισθεν Κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην. καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτία, Ἰεροβοὰμ ἧς ἐποίησεν· οὐκ ἀπέστησαν ἀπ᾽ αὐτῆς ἕως οὗ μετέστησεν Κύριος τὸν Ἰσραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησεν Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν· καὶ ἀπῳκίσθη Ἰσραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης. Καὶ ἤγαγεν βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθά, ἀπὸ Ἀιὰ καὶ ἀπὸ Αἱμὰθ καὶ Σεπφαρουάιν· καὶ κατῳκίσθησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραήλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς. καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν κύριον, καὶ ἀπέστειλεν Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς. καὶ εἶπον τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες Τὰ ἔθνη ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας· καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς. καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων λέγων Ἀπάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τῆς γῆς. καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθήλ, καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον. καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν, καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν ἐν αὐταῖς· καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Ῥοχχωθβαινειθεί, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Ἐργέλ, καὶ οἱ ἄνδρες Ἑμὰθ ἐποίησαν τὴν Ἀσειμάθ, καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν Ἐβλαζὲρ καὶ τὴν Θαρθὰκ καὶ τὴν Σεπφαρούν, ἡνίκα κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Ἀδραμέλεχ καὶ Ἀνημέλεχ Σεφφαρούν. καὶ ἦσαν φοβούμενοι τὸν κύριον, καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν κύριον, καὶ ἐποίησαν ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν. τὸν κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν. ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται, καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολὴν ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακὼβ οὗ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Ἰσραήλ. καὶ διέθετο Κύριος μετ᾽ αὐτῶν διαθήκην, καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ προσκυνήσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς· ὅτι ἀλλ᾽ ἢ τῷ κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ· αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε. καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολὰς ἃς ἔγραψεν ὑμῖν ποιεῖν φυλάσσεσθε πάσας τὰς ἡμέρας, καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους. καὶ τὴν διαθήκην ἣν διέθετο μεθ᾽ ὑμῶν οὐκ ἐπιλήσεσθε· καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, ἀλλ᾽ ἢ τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν· καὶ οὐκ ἀκούσεσθε ἔτι τῷ κρίματι αὐτῶν ὃ αὐτοὶ ποιοῦσιν. καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον, καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες· καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.

Tap any verse to see what it echoes — and start a chain or echo from it.