Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φάκεε υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἀχὰζ υἱὸς Ἰωαθὰμ βασιλέως Ἰούδα. υἱὸς εἴκοσι ἐτῶν ἦν Ἀχὰς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου θεοῦ πιστῶς ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν πυρὶ καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φάκεε υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἰερουσαλὴμ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Ἀχάζ, καὶ οὐκ ἐδύναντο πολεμεῖν. ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλεν τοὺς Ἰουδαίους ἐξ Αἰλάθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. καὶ ἀπέστειλεν Ἀχὰζ ἀγγέλους πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ. ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ. καὶ ἔλαβεν Ἀχὰζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα. καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκόν, καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτήν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν. Καὶ ἐπορεύθη βασιλεὺς Ἀχὰζ εἰς ἀπαντὴν αὐτοῦ τῷ Θαλγαλφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἀχὰζ πρὸς Οὐρείαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ. καὶ ᾠκοδόμησεν Οὐρείας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἀχὰζ ἐκ Δαμασκοῦ. καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπ᾽ αὐτό, καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου καὶ προσήγαγεν τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου, καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν. καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀχὰζ τῷ Οὐρείᾳ τῷ ἱερεῖ λέγων Ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ᾽ αὐτὸ προσχεεῖς· ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί. καὶ ἐποίησεν Οὐρείας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἀχάς. καὶ συνέκοψεν ὁ βασιλεὺς τὰ συνκλείσματα τῶν μεχωνὼθ καὶ μετῆρεν ἀπ᾽ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων. Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχὰζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα. καὶ ἐκοιμήθη Ἀχὰζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἑζεκίας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
2 Kings 16
Read in English (BSB) — 2 Kings 16 →Tap any verse to see what it echoes — and start a chain or echo from it.