Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλειὰ ἐξ Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ἀμεσσείας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἁφφουσώθ· καὶ Ἰωναθὰν υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ, κρίνων τὸν λαὸν τῆς γῆς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. καὶ συνεστράφησαν ἐπ᾽ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβείς, καὶ ἐπάταξαν αὐτὸν Κεβλαὰμ καὶ ἐθανάτωσαν αὐτόν· καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. ὁ λόγος Κυρίου ὃν ἐλάλησεν πρὸς Εἰοὺ λέγων Υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως. Καὶ Σελλοὺμ υἱὸς Ἰαβεὶς ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Σελλοὺμ ἡμέρας ἐν Σαμαρείᾳ. καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδεὶ ἐκ Θαρσειλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξεν τὸν Σελλοὺμ υἱὸν Ἰαβεὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν. καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. τότε ἐπάταξεν Μαναὴμ καὶ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτήν, καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν. Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Μαναὴμ υἱὸς Γαδδεὶ ἐπὶ Ἰσραὴλ δέκα ἔτη ἐν Σαμαρείᾳ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκεν τῷ Φουὰ χίλια τάλαντα ἀργυρίου, εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾽ αὐτοῦ. καὶ ἐξήνεγκεν Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύι, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. καὶ συνεστράφη ἐπ᾽ αὐτὸν Φάκεε υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργὸβ καὶ μετ᾽ αὐτοῦ Ἀρειά· καὶ μετ᾽ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Φάκεε υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. ἐν ταῖς ἡμέραις Φάκεε βασιλέως Ἰσραὴλ ἦλθεν Ἀλγαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβεν τὴν Ἀὶν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνίωχ καὶ τὴν Κένεζ καὶ τὴν Ἁσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλειλαίαν, πᾶσαν γῆν Νεφθαλεί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους. καὶ συνέστρεψεν στρέμμα Ὡσῆε υἱὸς Ἠλὰ ἐπὶ Φάκεε υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωαθὰμ υἱῷ Ἀχάς. καὶ τὰ λοιπὰ τῶν λόγων Φάκεε καὶ πάντα ὅσα ἐποίησεν, ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. Ἐν ἔτει δευτέρῳ Φάκεε υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. υἱὸς εἴκοσι καὶ πέντε ἦν ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἐροὺς θυγάτηρ Σαδώκ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ. πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαθὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν τὸν Ῥαασσὼν βασιλέα Συρίας καὶ τὸν Φάκεε υἱὸν Ῥομελίου. καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
2 Kings 15
Read in English (BSB) — 2 Kings 15 →Tap any verse to see what it echoes — and start a chain or echo from it.