Echo Scripture

2 Kings 14

Read in English (BSB) — 2 Kings 14

Ἐν ἔτει δευτέρῳ τῷ Ἰωὰς υἱῷ Ἰωαχὰς βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα. υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδεὶμ ἐξ Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησεν. πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίασεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ. καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾽ ἢ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται. αὐτὸς ἐπάταξεν τὴν Ἐδὼμ ἐν Ῥεμέλε δέκα χιλιάδας, καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης. Τότε ἀπέστειλεν Ἀμεσσείας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωαχὰς υἱοῦ Εἰοὺ βασιλέως Ἰσραὴλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις. καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσείαν βασιλέα Ἰούδα λέγων Ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ἀκάνα. τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῆρέν σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου. καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ. καὶ οὐκ ἤκουσεν Ἀμεσσείας· καὶ ἀνέβη ὁ βασιλεὺς Ἰσραήλ, καὶ ὤφθη προσώποις αὐτὸς καὶ Ἀμεσσείας βασιλεὺς Ἰούδα, ἐν Βαιθσάμυς γῇ τοῦ Ἰούδα· καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ τὸν Ἀμεσσείαν υἱὸν Ἰωὰς υἱοῦ Ἰωαχὰς συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς· καὶ ἦλθεν εἰς Ἰερουσαλήμ, καὶ καθεῖλεν ἐν τῷ τείχει Ἰερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφράιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις. καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Καὶ ἔζησεν Ἀμεσσείας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωαχὰς βασιλέα Ἰσραὴλ πέντε καὶ δέκα ἔτη. καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσείου καὶ πάντα ἃ ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ συνεστράφησαν ἐπ᾽ αὐτὸν σύστρεμμα ἐν Ἰερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχείς· καὶ ἀπέστειλεν ὀπίσω αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ. καὶ ἦραν αὐτὸν ἐφ᾽ ἵππων, καὶ ἐτάφη ἐν Ἰερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ. καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσεν αὐτὸς ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσείου. αὐτὸς ᾠκοδόμησεν τὴν Αἰλώμ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσείου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσεράκοντα καὶ ἓν ἔτος. καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. αὐτὸς ἀπέστησεν τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἱμὰθ ἕως τῆς θαλάσσης τῆς Ἀραβά, κατὰ τὸ ῥῆμα Κυρίου θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθεὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχόβερ. ὅτι εἶδεν Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλίγους τοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. καὶ οὐκ ἐλάλησεν Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς Ἰεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰεροβοὰμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Ἑμμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; καὶ ἐκοιμήθη Ἰεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.