Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζείου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωαχάς υἱὸς Εἰοὺ ἐν Σαμαρείᾳ ἑπτὰ ἔτη καὶ δέκα ἔτη. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ· οὐκ ἀπέστη ἀπ᾽ αὐτῆς. καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἁζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Ἁδὲρ υἱοῦ Ἁζαὴλ πάσας τὰς ἡμέρας. καὶ ἐδεήθη Ἰωαχὰς τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδεν τὴν θλίψιν Ἰσραήλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας. καὶ ἔδωκεν Κύριος σωτηρίαν Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης. πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ. ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωαχὰς λαὸς ἀλλ᾽ ἢ πεντήκοντα ἱππεῖς καὶ δὲκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαχὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἱσραήλ; καὶ ἐκοιμήθη Ἰωαχὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ. Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωαχὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἰεροβοὰμ ἐκάθισεν μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐν Σαμαρείᾳ μετὰ τῶν ἀδελφῶν Ἰσραήλ. Καὶ Ἐλεισαῖε ἠρρώστησεν τὴν ἀρρωστίαν ἑαυτοῦ δι᾽ ἣν ἀπέθανεν· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. καὶ εἶπεν αὐτῷ Ἐλεισαῖε Λἀβε τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη. καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν Ἐλεισαῖε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ᾽ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξει τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας. καὶ εἶπεν αὐτῷ Ἐλεισαῖε Λάβε τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραήλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη. καὶ ἐλυπήθη ἐπ᾽ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. Καὶ ἀπέθανεν Ἐλεισαῖε, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ. καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ ἴδον τὸν μονόζωνον, καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἐλεισαῖε· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλεισαῖε, καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. Καὶ Ἁζαὴλ ἐξέθλιψεν τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωαχάς. καὶ ἠλέησεν Κύριος αὐτοὺς καὶ οἰκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπ᾽ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι αὐτούς, καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ. καὶ ἀπέθανεν Ἁζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἁδὲρ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωαχὰς καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἁδὲρ υἱοῦ Ἁζαήλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωαχὰς τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς καὶ ἐπέστρεψεν τὰς πόλεις Ἰσραήλ.
2 Kings 13
Read in English (BSB) — 2 Kings 13 →Tap any verse to see what it echoes — and start a chain or echo from it.