Echo Scripture

2 Kings 12

Read in English (BSB) — 2 Kings 12

ἐν ἔτει ἑβδόμῳ τῷ Εἰοὺ ἐβασίλευσεν Ἰωάς, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβιὰ ἐκ γῆς Βηρσάβεε. καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ἰωδᾶε ὁ ἱερεύς. πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίασαν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὃ ἐὰν λάβῃ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου, λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσιν τὸ βέδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βέδεκ. καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βέδεκ τοῦ οἴκου. καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδᾶε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βέδεκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βέδεκ τοῦ οἴκου δώσετε αὐτό. καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βδέλυγμα τοῦ οἴκου. καὶ ἔλαβεν Ἰωδᾶε ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησεν τρὼγλην ἐν τῇ τρώγλῃ αὐτῆς, καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. καὶ ἐγένετο ὡς εἶδεν ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου Κυρίου· καὶ ἐχέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων, τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βέδεκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι. πλὴν οὐ ποιηθήσεται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου· ὅτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτὸ. καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου. καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν. ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο. Τότε ἀνέβη Ἁζαὴλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γέθ, καὶ προκατελάβετο αὐτήν. καὶ ἔταξεν Ἁζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἰερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰθ καὶ Ἰωρὰμ καὶ Ὀχοζείας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν τῷ Ἁζαὴλ βασιλεῖ Συρίας· καὶ ἀνέβη ἀπὸ Ἰερουσαλήμ. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα δεσμόν, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μααλὼ τὸν Γααλλά. καὶ Ἰεζειχὰρ υἱὸς Ἰεμουὰθ καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.