Echo Scripture

2 Kings 11

Read in English (BSB) — 2 Kings 11

Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζείου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας. καὶ ἔλαβεν Ἰωσάβεε θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζείου τὸν Ἰωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη. καὶ ἦν μετ᾽ αὐτῆς ἐν οἴκῳ κρυβόμενος ἓξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς. Καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ἰωδᾶε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Χορρεὶ καὶ τὸν Ῥασείν, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου, καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν. καὶ ἔδειξεν αὐτοῖς Ἰωδᾶε τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὗτος ὁ λόγος ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν, καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου. καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα. καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς ἀηδὼθ ἀποθανεῖται. καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν. καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ἰωδᾶε ὁ συνετός· καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς Ἰωδᾶε τὸν ἱερέα. καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυεὶδ τοὺς ἐν οἴκῳ Κυρίου. καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ. καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν ἰέζερ καὶ τὸ μαρτύριον, καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν· καὶ ἐκράτησεν τῇ χειρὶ καὶ εἶπεν Ζήτω ὁ βασιλεύς. καὶ ἤκουσεν Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ, καὶ εἰσῆλθεν πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου. καὶ εἶδεν, καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν· καὶ διέρρηξεν Γοθολία τὰ ἱμάτια ἑαυτῆς, καὶ ἐβόησεν Σύνδεσμος, σύνδεσμος. καὶ ἐνετείλατο Ἰωδᾶε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς Ἐξάγαγε αὐτοὺς ἔσωθεν τὸν ἀσηρὼθ, καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ῥομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς Καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου. καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθον ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως, καὶ ἀπέθανεν ἐκεῖ. Καὶ διέθετο Ἰωδᾶε διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ. καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασεν αὐτόν, καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς· καὶ τὸν Μαγθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων· καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου. καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρεὶ καὶ τὸν Ῥασσεὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων. καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασεν· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως. Υἱὸς ἐτῶν ἐπτὰ Ἰωὰς ἐν τῷ βασιλεύειν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.