Καὶ βασίλισσα Σαβὰ ἤκουσεν τὸ ὄνομα Σαλωμών, καὶ ἦλθεν τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κὰμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆθος καὶ λίθον τίμιον· καὶ ἦλθεν πρὸς Σαλωμὼν καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τῇ ψυχῇ αὐτῆς. καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς, καὶ οὐ παρῆλθεν λόγος ἀπὸ Σαλωμών, λόγος ὃν οὐκ ἀπήγγειλε αὐτῇ. καὶ εἶδεν βασίλισσα Σαβά τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον ὃν οἰκοδόμησεν, καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ, καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόων αὐτοῦ, καὶ στολισμὸν αὐτῶν, καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. καὶ εἶπεν πρὸς τὸν βασιλέα Ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου. καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου· προσέθηκας ἐπὶ τὴν ἀκοὴν ἣν ἤκουσα. μακάριοι οἱ ἄνδρες, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντός, καὶ ἀκούουσιν σοφίαν σου. ἔστω Κύριος ὁ θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα, καὶ ἔδωκέν σε ἐπ᾽ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην. καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα ἃ ἔδωκεν βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Χειρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφεὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον. καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως, καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα. καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς ἃ ᾔτησεν, ἐκτὸς πάντων ὧν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς. Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου, πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς, ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμών. καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ τῷ ἑνὶ θυρεῷ, ἑξακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν· καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου. καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν, καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ. καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ, καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας. καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ τῇ βασιλείᾳ. καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα· οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν. ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεὶς μετὰ τῶν παίδων Χειράμ· ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεὶς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων. καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ. καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ. καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ᾽ ἐνιαυτὸν ἐνιαυτόν. καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ. καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος. καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῶν Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς. Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμὼν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναθὰν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Ἀχειὰ τοῦ Σηλωνείτου καὶ ἐν ταῖς ὁράσεσιν Ἰωὴλ τοῦ ὁρῶντος περὶ Ἰεροβοὰμ υἱοῦ Ναβάτ. καὶ ἐβασίλευσεν Σαλωμὼν ὁ βασιλεὺς ἐπὶ πάντα Ἰσραὴλ τεσσεράκοντα ἔτη. καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
2 Chronicles 9
Read in English (BSB) — 2 Chronicles 9 →Tap any verse to see what it echoes — and start a chain or echo from it.