Καὶ ἦλθεν Ῥοβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν. καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατῴκησεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ, καὶ ἀπέστρεψεν Ἰεροβοὰμ ἐξ Αἰγύπτου. καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν αὐτόν· καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ἦλθον πρὸς Ῥοβοὰμ λέγοντες Ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὗ ἔδωκεν ἐφ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν αὐτοῖς Πορεύεσθε ἕως τριῶν ἡμερῶν, καὶ ἔρχεσθε πρὸς μέ. καὶ ἀπῆλθεν ὁ λαός. καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῇν αὐτὸν λέγων, Πῶς ὑμεῖς βούλεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον; καὶ ἐλάλησαν αὐτῷ λέγοντες Ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ, καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας. καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ᾽ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ. καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς βούλεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρὸς μὲ λέγοντες Ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾽ ἡμᾶς; καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾽ αὐτοῦ Οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων Ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ᾽ ἡμῶν, οὕτως ἐρεῖς Ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου. καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων Ἐπιστρέψατε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά, καὶ ἐνκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ ἐγὼ προσθήσω ἐπ᾽ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγων Ἀνέστησεν Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχειὰ τοῦ Σηλωνείτου περὶ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ παντὸς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων Τίς ἡμῶν μερὶς ἐν Δαυεὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυείδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα καὶ ἐβασίλευσεν ἐπ᾽ αὐτῶν Ἰεροβοάμ. καὶ ἀπέστειλεν ἐπ᾽ αὐτοὺς Ῥοβοὰμ τὸν Ἁδωνειρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν οἱ υἱοὶ Ἰσραὴλ αὐτὸν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ἰεροβοὰμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ἰερουσαλήμ. καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυεὶδ ἕως τῆς ἡμέρας ταύτης.
2 Chronicles 10
Read in English (BSB) — 2 Chronicles 10 →Tap any verse to see what it echoes — and start a chain or echo from it.