Echo Scripture

2 Chronicles 8

Read in English (BSB) — 2 Chronicles 8

Καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμὼν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ, καὶ τὰς πόλεις ἃς ἔδωκεν Χειρὰμ τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἦλθεν Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν. καὶ ᾠκοδόμησεν τὴν Θοεδομὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πὸλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἡμάθ. καὶ ᾠκοδόμησεν τὴν Βαιθωρὼμ τὴν ἄνω καὶ τὴν Βαιθωρὼμ τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί. καὶ τὴν Βαλαά, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἳ ἦσαν τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πὸλεις τῶν ἱππέων, καὶ ὅσα ἐπεθύμησεν Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου, οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ· ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ᾽ αὐτοῦ ἐν τῇ γῇ οὓς ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκεν Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι ἰδοὺ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων. καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ. καὶ τὴν θυγατέρα Φαραὼ Σαλωμὼν ἀνήγαγεν ἐκ πόλεως Δαυεὶδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν Οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυεὶδ τοῦ βασιλέως Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου. Τότε ἀνήνεγκεν Σαλωμὼν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ, καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ, τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, ἐν τῇ ἑορτῇ τῶν σκηνῶν. καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυεὶδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευεῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ λειτουργεῖν καὶ αἱνεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πὐλην καὶ πὐλην, ὅτι οὕτως ἐντολαὶ Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ. οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς. καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφ᾽ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμὼν τὸν οἶκον Κυρίου. Τότε ᾤχετο Σαλωμὼν εἰς Γασιὼν Γάβερ καὶ εἰς τὴν Αἰλὰμ τὴν παραθαλασσίαν ἐν γῇ Ἰδουμαίᾳ. καὶ ἀπέστειλεν Χειρὰμ ἐν χειρὶ παὶδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾤχετο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφείρα, καὶ ἔλαβεν ἐκεῖθεν τὰ τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου, καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμών.

Tap any verse to see what it echoes — and start a chain or echo from it.