Echo Scripture

1 Samuel 28

Read in English (BSB) — 1 Samuel 28

Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν, ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ· καὶ εἶπεν Ἀγχοὺς πρὸς Δαυείδ Γινώσκων γνώσει ὅτι μετ᾽ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀγχούς Οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοὺς πρὸς Δαυείδ Οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας. Καὶ Σαμουὴλ ἀπέθανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραήλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἁρμαθάιμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλεν τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβοῦε. καὶ εἶδεν Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. καὶ ἐπηρώτησεν Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. καὶ εἶπεν Σαοὺλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐνγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Ἰδοὺ γυνὴ ἐνγαστρίμυθος ἐν Ἀελδώρ. καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾽ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δὴ μοι ἐν τῷ ἐνγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαούλ, ὡς ἐξωλέθρευσεν τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν; καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων Ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. καὶ εἶπεν ἡ γυνή Τίνα ἀναγάγω σοι; καὶ εἶπεν Τὸν Σαμουὴλ ἀνάγαγέ μοι. καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ Ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Μὴ φοβοῦ, εἰπὸν τίνα ἑόρακας· καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. καὶ εἶπεν αὐτῇ Τί ἔγνως; καὶ εἶπεν αὐτῷ Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος· καὶ ἔγνω Σαοὺλ ὅτι Σαμουὴλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν Σαμουήλ Ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπεν Σαούλ Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. καὶ εἶπεν Σαμουήλ Ἵνα τί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκεν Κύριός σοι καθὼς ἐλάλησεν Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυείδ. διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀναλήκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν Κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ. καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. καὶ ἔσπευσεν Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὁλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαούλ, καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα· καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου, καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι. καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε· καὶ ἔσται ἐν σοὶ ἰσχύς, ὅτι πορεύσῃ ἐν ὁδῷ. καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν, καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον. καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ· καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτήν, καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα, καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ· καὶ ἔφαγον, καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

Tap any verse to see what it echoes — and start a chain or echo from it.