Echo Scripture

1 Samuel 29

Read in English (BSB) — 1 Samuel 29

Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφέκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀεδδὼν τὴν ἐν Ἰσραήλ. καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾽ ἐσχάτων μετὰ Ἀγχούς. καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων Τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοὺς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων Οὐχ οὗτος Δαυεὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονεν μεθ᾽ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾽ ἧς ἡμέρας ἐνέπεσεν πρὸς μὲ καὶ ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐλυπήθησαν ἐπ᾽ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ Ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾽ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; οὐχ οὗτος Δαυεὶδ ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ; καὶ ἐκάλεσεν Ἀγχοὺς τὸν Δαυεὶδ καὶ εἶπεν αὐτῷ Ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾽ ἐμοῦ ἐν τῇ παρεμβολῇ· καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾽ ἧς ἡμέρας ἥκεις πρὸς μὲ ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν ἀγαθὸς σύ. καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων. καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀγχούς Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾽ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; καὶ ἀπεκρίθη Ἀγχοὺς πρὸς Δαυείδ Οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾽ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν Οὐχ ἥξει μεθ᾽ ἡμῶν εἰς πόλεμον. καὶ νῦν ὄρθρισον τὸ πρωὶ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ· καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε. καὶ ὤρθρισεν Δαυεὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰσραήλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.