Καὶ εἶπεν Δαυεὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστιν μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ πρὸς Ἀγχοὺς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ. καὶ ἐκάθισεν Δαυεὶδ μετὰ Ἀγχούς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυεὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Ἀχεινάαμ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου. καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγεν Δαυεὶδ εἰς Γέθ· καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀγχούς Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾽ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ; καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης. Καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν ὧν ἐκάθισεν Δαυεὶδ ἐν ὁδῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. καὶ ἀνέβαινεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσειρὶ καὶ ἐπὶ τὸν Ἀμαληκείτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως τῆς Αἰγύπτου. καὶ ἔτυπτε τὴν γῆν, καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα· καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχούς. καὶ εἶπεν Ἀγχοὺς πρὸς Δαυείδ Ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀγχούς Κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζεί. καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γέθ, λέγων Μή ἀναγγείλωσιν εἰς Γὲθ καθ᾽ ἡμῶν λέγοντες Τάδε Δαυεὶδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυεὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. καὶ ἐπιστεύθη Δαυεὶδ ἐν τῷ Ἀγχοὺς σφόδρα, λέγων ᾜσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ, ἐν Ἰσραὴλ· καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.
1 Samuel 27
Read in English (BSB) — 1 Samuel 27 →Tap any verse to see what it echoes — and start a chain or echo from it.