Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυεὶδ καὶ διεσώθη, καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ· καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ. καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾽ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. Καὶ ἀπῆλθεν Δαυεὶδ ἐκεῖθεν εἰς Μασσηφὰ τῆς Μωάβ, καὶ εἶπεν πρὸς βασιλέα Μωάβ Γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός. καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾽ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυεὶδ ἐν τῇ περιοχῇ. καὶ εἶπεν Γὰδ ὁ προφήτης πρὸς Δαυείδ Μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυείδ, καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαρείκ. Καὶ ἤκουσεν Σαοὺλ ὅτι ἔγνωσται Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Βαμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. καὶ εἶπεν Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμείν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾽ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾽ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη. καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νόμβα πρὸς Ἀβειμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα· καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβειμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νόμμα· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. καὶ εἶπεν Σαούλ Ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν Ἰδοὺ ἐγώ· λάλει, κύριε. καὶ εἶπεν αὐτῷ Σαούλ Ἵνα τί συνέθου κατ᾽ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαί, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ, θέσθαι αὐτὸν ἐπ᾽ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη; καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυεὶδ πιστός, καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; ἢ σήμερον ἦργμαι ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα. καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ Θανάτῳ ἀποθανῇ, Ἀβειμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν πρὸς αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυείδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁμαρτῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. καὶ τὴν Νόμβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβειμέλεχ υἱῷ Ἀχειτώβ, καὶ ὄνομα αὐτῷ Ἀβιαθάρ, καὶ ἔφυγεν ὀπίσω Δαυείδ. καὶ ἀπήγγειλεν Ἀβιαθὰρ τῷ Δαυεὶδ ὅτι ἐθανάτωσεν Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου. καὶ εἶπεν Δαυεὶδ τῷ Ἀβιαθάρ ᾜδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου. κάθου μετ᾽ ἐμοῦ, μὴ φοβοῦ· ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μοῦ τόπον, ζητήσω καὶ τῇ ψυχῇ σοῦ, ὅτι πεφύλαξαι σὺ παρ᾽ ἐμοί.
1 Samuel 22
Read in English (BSB) — 1 Samuel 22 →Tap any verse to see what it echoes — and start a chain or echo from it.