Echo Scripture

1 Samuel 21

Read in English (BSB) — 1 Samuel 21

Καὶ ἔρχεται Δαυεὶδ εἰς Νόμβα πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβειμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ; καὶ εἶπεν Δαυεὶδ τῷ ἱερεῖ Ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανεὶ Μαεμωνεί. καὶ νῦν εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι; δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυεὶδ καὶ εἶπεν Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾽ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται. καὶ ἀπεκρίθη Δαυεὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος; διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου. καὶ ἔδωκεν αὐτῷ Ἀβειμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτοι, ὅτι ἀλλ᾽ ἢ ἄρτοι τοῦ προσώπου, οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος Νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος, νέμων τὰς ἡμιόνους Σαούλ. καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβειμέλεχ Ἴδε εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν. καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά· καὶ αὐτὴ ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυείδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυεὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθεν Δαυεὶδ πρὸς Ἀγχοὺς βασιλέα Γέθ· καὶ εἶπαν οἱ παῖδες Ἀγχοὺς πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυεὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τοὺτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ; καὶ ἔθετο Δαυεὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοὺς βασιλέως Γέθ. καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. καὶ εἶπεν Ἀγχοὺς πρὸς τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρὸς μέ; ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγιόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρὸς μέ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.