Echo Scripture

1 Samuel 23

Read in English (BSB) — 1 Samuel 23

Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεειλά, καὶ αὐτοὶ διαρπάζουσιν· καταπατοῦσιν τοὺς ἅλως. καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπεν Κύριος Πορεύου, καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ πατάξεις τὴν Κεειλά. καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυεὶδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεειλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; καὶ προσέθετο Δαυεὶδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κεειλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ εἰς Κεειλὰ καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην· καὶ ἔσωσεν Δαυεὶδ τοὺς κατοικοῦντας Κεειλά. Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Ἀβιαθὰρ υἱὸν Ἀβειμέλεχ πρὸς Δαυείδ, καὶ αὐτὸς μετὰ Δαυεὶδ εἰς Κεειλὰ κατέβη, ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει Δαυεὶδ εἰς Κεειλά, καὶ εἶπεν Σαούλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. καὶ παρήγγειλεν Σαοὺλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεειλά, συνέχειν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. καὶ ἔγνω Δαυεὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβιαθὰρ τὸν ἱερέα Προσάγαγε τὸ ἐφοὺδ Κυρίου. καὶ εἶπεν Δαυείδ Κύριε ὁ θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεειλὰ διαφθεῖραι τὴν πόλιν δι᾽ ἐμέ. εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν Κύριος Ἀποκλεισθήσεται. καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεειλά, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι διασέσωται Δαυεὶδ ἐκ Κεειλά, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν. Καὶ ἐκάθισεν ἐν τῇ ἐρήμῳ ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζείφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ. καὶ εἶδεν Δαυεὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυείδ· καὶ Δαυεὶδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ καινῇ Ζείφ. καὶ ἀνέστη Ἰωναθὰν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυεὶδ εἰς Καινήν, καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ· ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου· καὶ ἐκάθητο Δαυεὶδ ἐν Καινῇ, καὶ Ἰωναθὰν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ. Καὶ ἀνέβησαν οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ᾽ ἡμῖν ἐν Νεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῇ καινῇ ἐν τῷ βουνῷ τοῦ Ἑχελὰ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού; καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως. καὶ εἶπεν αὐτοῖς Σαούλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι, καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπετε, μή ποτε πανουργεύσηται. καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ᾽ ὑμῶν· καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα. καὶ ἀνέστησαν οἱ Ζειφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾽ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού. καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυείδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν· καὶ ἤκουσεν Σαούλ, καὶ κατεδίωξεν ὀπίσω Δαυεὶδ εἰς τὴν ἔρημον Μαάν. καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυεὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. καὶ ἄγγελος πρὸς Σαοὺλ ἦλθεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν. καὶ ἀνέστρεψεν Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυείδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

Tap any verse to see what it echoes — and start a chain or echo from it.