Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ. καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτοῦ· Ἀζαρεὶ υἱὸς Σαδώκ, καὶ Ἐλιὰφ καὶ Ἀχειὰ υἱὸς Σαβὰ γραμματεῖς, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλιὰδ ὑπομιμνήσκων, καὶ Σαδοὺχ καὶ Ἀβιαθὰρ ἱερεῖς, καὶ Ὀρνειὰ υἱὸς Ναθὰν ἐπὶ τῶν καθεσταμένων, καὶ Ζαβοὺθ υἱὸς Ναθὰν ἑταῖρος τοῦ βασιλέως, καὶ Ἀχεὶ ἦν οἰκονόμος, καὶ Ἐλιὰκ ὁ οἰκονόμος, καὶ Ἐλιάβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς, καὶ Ἀδωνειρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων. καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραήλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βαιὼρ ἐν ὄρει Ἐφράιμ, εἷς· υἱὸς Ῥῆχας ἐν Μαχεμὰς καὶ Βηθαλαμεὶ καὶ Βαιθσάμυς καὶ Ἐλὼμ ἕως Βαιθλαμάν, εἷς· υἱὸς Ἕσωθ, Βηρνεμαλουσαμηνχὰ καὶ Ῥησφαραχεὶν ἀνὰ Δὰν καὶ ἀνὰ Φαθεί, ἀνὴρ Ταβληθεί, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· Βακχὰ υἱὸς Ἀχειμάχ, Πολαμὰχ καὶ Μεκεδώ, καὶ πᾶς ὁ οἶκος Δὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσρᾶε, καὶ ἐκ Βαισαφοὺτ Ἐβελμαωλὰ ἕως Μαέβερ Λουκάμ, εἷς· υἱὸς Γάβερ Ἐρεμὰθ Γαλαάθ, τούτῳ σχοίνισμα Ἐρεταβὰμ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· Ἀχειναὰβ υἱὸς Ἀχέλ, Μααναιεῖον· Ἀχειμάας ἐν Νεφθαλεί, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμὰθ θυγατέρα Σαλωμών, εἷς· Βαανὰ υἱὸς Χουσεὶ ἐν τῇ Μααλά, εἷς· υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμείν· υἱὸς Ἀδαὶ ἐν τῇ γῇ Γὰδ τῇ Σηὼν βασιλέως τοῦ Ἑσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάν· καὶ νασὲφ εἷς ἐν γῇ Ἰούδα· Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσαχάρ. καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βσαιλεῖ Σαλωμών, καὶ πάντα διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ· οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά. ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν. καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους, καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρείτην καὶ τὸν Αἱνὰν καὶ τὸν Χαλκὰδ καὶ Δαραλά, υἱὸς Μάλ. καὶ ἐλάλησεν Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου, καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών, καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. Καὶ ἔλαβεν Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἑαυτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ἰερουσαλήμ. ὅτε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γάζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανείτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών· καὶ Σαλωμὼν ᾠκοδόμησεν τὴν Γάζερ.
1 Kings 4
Read in English (BSB) — 1 Kings 4 →Tap any verse to see what it echoes — and start a chain or echo from it.