θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ κυρίῳ ἕως νῦν. καὶ ἠγάπησεν Σαλωμὼν τὸν κύριον, πορεύεσθαι ἐν τοῖς προστάγμασιν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυεν καὶ ἐθυμία. καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών. καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα· καὶ εἶπεν Κύριος πρὸς Σαλωμών Αἴτησαί τι αἴτημα σαυτῷ. καὶ εἶπεν Σαλωμών Σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη. καὶ νῦν, Κύριε ὁ θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυεὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρόν, καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου. ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολὺν ὃς οὐκ ἀριθμηθήσεται. καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνίειν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον; καὶ ἤρεσεν ἐνώπιον Κυρίου ὅτι ᾐτήσατο Σαλωμὼν τὸ ῥῆμα τοῦτο. καὶ εἶπεν Κύριος πρὸς αὐτόν Ἀνθ᾽ ὧν ᾐτήσω παρ᾽ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχάς ἐχθρῶν σου, ἀλλ᾽ ᾐτήσω σαυτῷ τοῦ συνίειν τοῦ εἰσακούειν κρίμα· ἰδοὺ πεποίηκα τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι. καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν· καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ὡς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου. καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ἰερουσαλήμ, καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σειών, καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικάς, καὶ ἐποίησεν πότον μέγαν ἑαυτῷ καὶ πᾶσιν τοῖς παισὶν ἑαυτοῦ. Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. καὶ εἶπεν ἡ γυνὴ ἡ μία Ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνί, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾽ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾽ αὐτόν· καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον. καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς· καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς Σὺ λέγεις Οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς. καὶ εἶπεν ὁ βασιλεύς Λάβετε μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν ὁ βασιλεύς Διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν καὶ εἶπεν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν Ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· καὶ αὕτη εἶπεν Μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω· διέλετε. καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ. καὶ ἤκουσαν πᾶς Ἰσραὴλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεύς· καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
1 Kings 3
Read in English (BSB) — 1 Kings 3 →Tap any verse to see what it echoes — and start a chain or echo from it.