Καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρίσαι τὸν Σαλωμὼν ἀντὶ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χειρὰμ τὸν Δαυεὶδ πάσας τὰς ἡμέρας. καὶ ἀπέστειλεν Σαλωμὼν πρὸς Χειρὰμ λέγων Σὺ οἶδας Δαυεὶδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτόν, ἕως τοῦ δοῦναι αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. καὶ νῦν ἀνέπαυσε Κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν. καὶ ἰδοὺ ἐγὼ λέγω Οἰκοδομήσω οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου, καθὼς ἐλάλησεν Κύριος ὁ θεὸς πρὸς Δαυεὶδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν ἰδίως ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. καὶ ἐγενήθη καθὼς ἤκουσεν Χειρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ Δαυεὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον. καὶ ἀπέστειλεν πρὸς Σαλωμὼν λέγων Ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα. οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρὸς μέ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημάμου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. καὶ ἦν Χειρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πᾶν θέλημα αὐτοῦ. καὶ Σαλωμὼν ἔδωκεν τῷ Χειρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χειρὰμ κατ᾽ ἐνιαυτόν. καὶ Κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χειρὰμ καὶ ἀνὰ μέσον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν. καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον καὶ ἐκ παντὸς Ἰσραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι· μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνειρὰμ ἐπὶ τοῦ φόρου. καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει, χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται, οἱ ποιοῦντες τὰ ἔργα. καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.
1 Kings 5
Read in English (BSB) — 1 Kings 5 →Tap any verse to see what it echoes — and start a chain or echo from it.