Echo Scripture

1 Chronicles 9

Read in English (BSB) — 1 Chronicles 9

Καὶ πᾶς Ἰσραὴλ ὁ συνλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα μετὰ τῶν κατοικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. Καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, υἱοὶ Λευεῖται, οἱ ἱερεῖς καὶ οἱ δεδομένοι. καὶ ἐν Ἰερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ τῶν υἱῶν Ἐφράιμ καὶ Μανασσή. καὶ Γωθεὶ καὶ υἱὸς Σαμμιοὺ υἱοῦ Ἀμρεί, υἱοὶ υἱῶν Φάρες καὶ υἱοῦ Ἰούδα. καὶ ἐκ τῶν Σηλωνεὶ Ἀσαιὰ πρωτότοκος αὐτοῦ. ἐκ τῶν υἱῶν Ζάρα Ἐπειὴλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα. καὶ ἐκ τῶν υἱῶν Βενιαμεὶν Σαλὼμ υἱὸς Μοολλὰμ υἱὸς Ὁδυιὰ υἱὸς Ἁανά, καὶ Βαναὰμ υἱὸς Ἰραάμ· καὶ οὗτοι υἱοὶ Ὀζεὶ υἱοῦ Μαχείρ· καὶ Μασεαλὴμ υἱὸς Σαφατιὰ υἱοῦ Ῥαγουὴλ υἱοῦ Βαναιά, καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν. Καὶ ἀπὸ τῶν ἱερέων Ἰωδᾶε καὶ Ἰωαρεὶμ καὶ Ἰαχεὶν καὶ Ἀζαριὰ υἱοὶ Χελκειὰ υἱοῦ Μοσολλὸμ υἱοῦ Σαδὼκ υἱοῦ Μαρμὼθ υἱοῦ Ἀχειτὼβ ἡγούμενος οἴκου τοῦ θεοῦ, καὶ Ἀδαιὰ υἱὸς Ἰραὰμ υἱοῦ Πασχὼρ υἱοῦ Μαλχειά, καὶ Μαασαιὰ υἱὸς Ἀδιὴλ υἱοῦ Ἰεδειοὺ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμήρ, καὶ ἀδελφοὶ αὐτῶν, ἄρχοντες οἴκων πατριῶν, χίλιοι ἑπτακόσιοι ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ. Καὶ ἐκ τῶν Λευειτῶν Σαμαιὰ υἱὸς Ἁσὼβ υἱοῦ Ἐσρεικὰν υἱοῦ Ἁσαβιὰ ἐκ τῶν υἱῶν Μεραρεί, καὶ Βακὰρ καὶ Ῥαραιήλ, Γαλαὰδ καὶ Μανθανίας υἱὸς Μειχὰ υἱοῦ Ζεχρεὶ υἱοῦ Ἀσάφ, καὶ Ἀβδειὰ υἱὸς Σαμειὰ υἱοῦ Γαλαὰδ υἱοῦ Ἰωθών, καὶ Βαραχεὶ υἱὸς Ὀσσὰ υἱοῦ Ἠλκανὰ ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατεί. οἱ πυλωροί· Σαλώμ, Ἀκούμ, Ταμμὰμ καὶ Αἰμὰμ καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾽ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευεί. καὶ Σαλωμὼν υἱὸς Κωρὴβ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κόρε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορεῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς φυλάσσοντες τὴν εἴσοδον. καὶ Φεινεὲς υἱὸς Ἐλεαζὰρ ἡγούμενος ἦν ἐπ᾽ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ᾽ αὐτοῦ. Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυεὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ᾽ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων· ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευεῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν· ὅτι ἐπ᾽ αὐτοὺς φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν ⸂⸆⸃ τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν. καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. καὶ Ματταθίας ἐκ τῶν Λευειτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορείτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. καὶ Βααναίας ὁ Κααθείτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. καὶ οὗτοι ψαλτῳδοί, ἄρχοντες τῶν πατριῶν τῶν Λευειτῶν, διατεταγμέναι ἐφημερίαι· ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾽ αὐτοῖς ἐν τοῖς ἔργοις. οὗτοι ἄρχοντες τῶν πατριῶν, κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατοίκησαν ἐν Ἰερουσαλήμ. Καὶ ἐν Γαβαὼν κατῴκησεν πατὴρ Γαβαὼν Εἰιήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά· καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Σαβαδών, καὶ Ἰσεὶρ καὶ Κεὶς καὶ Βάαλ καὶ Νὴρ καὶ Ναδὰβ καὶ Ἰεδοὺρ καὶ ἀδελφὸς καὶ Ζαχαριὰ καὶ Μακελλώθ. καὶ Μακελλὼθ ἐγέννησεν τὸν Σαμαά· καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἰερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεισοῦε καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Ἰεβάαλ. καὶ υἱὸς Ἰωναθὰν Μαρειβάαλ· καὶ Μαρειβάαλ ἐγέννησεν τὸν Μειχά. καὶ υἱοὶ Μειχά· Φαιθὼν καὶ Μάλαχ καὶ Θαράχ. καὶ Ἀχὰζ ἐγέννησεν τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Γαμέλεθ καὶ τὸν Γαζάωθ καὶ τὸν Ζαμβρεί, καὶ Ζαμβρεὶ ἐγέννησεν τὸν Μασσά, καὶ Μασσὰ ἐγέννησεν τὸν Βαανά, Ῥαφαιὰ υἱὸς αὐτοῦ, Ἐσαὴλ υἱὸς αὐτοῦ. καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐσδρεικὰν πρωτότοκος αὐτοῦ, Ἰσμαὴλ καὶ Σαριὰ καὶ Ἀβδειὰ καὶ Ἁνάν· οὗτοι υἱοὶ Ἐσήλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.