Echo Scripture

1 Chronicles 8

Read in English (BSB) — 1 Chronicles 8

Καὶ Βενιαμεὶν ἐγέννησεν Βελελεὴλ πρωτότοκον αὐτοῦ καὶ Σαβὰ τὸν δεύτερον, Ἰαφαὴλ τὸν τρίτον, Ἰωὰ τὸν τέταρτον, καὶ Ῥαφὴ τὸν πέμπτον. καὶ ἦσαν υἱοὶ τῷ Βάλε· Ἀλεὶ καὶ Γηρὰ καὶ Ἀβιοὺδ καὶ Ἀβεισάμας καὶ Νοομὰ καὶ Ἀχιὰ καὶ Γερὰ καὶ Σωφαρφὰκ καὶ Ὡίμ. οὗτοι υἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γάβερ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαχαναθεί· καὶ Νοομὰ καὶ Ἀχειὰ καὶ Γηρά· οὗτος Ἱγαάμ, ἐγέννησεν τὸν Ναανὰ καὶ τὸν Ἰαχειχώλ. καὶ Σααρὴλ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Σωσὶν καὶ τὴν Ἰβααδὰ γυναῖκα αὐτοῦ. καὶ ἐγέννησεν ἐκ τῆς Ἅδα γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Ἰεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰς καὶ τὸν Ἰδὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Ἰμαμά· οὗτοι ἄρχοντες πατριῶν. καὶ ἐκ τῆς Ὡσιμὲν ἐγέννησεν τὸν Ἀβιτὼβ καὶ τὸν Ἀλφάαδ. καὶ υἱοὶ Ἀλφάαδ· Ὠβήδ, Μεσσαάμ, Σήμηρ· οὗτος ᾠκοδόμησεν τὴν Ὠνὰν καὶ τὰς κώμας αὐτῆς· καὶ Βεριγὰ καὶ Σάμα· οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. καὶ ἀδελφὸς αὐτοῦ Σωκὴλ καὶ Ἰαρειμὼθ καὶ Ἀζαβαβιὰ καὶ Ὠρὴρ καὶ Ὤδηδ καὶ Μειχαὴλ καὶ Σαφὰν καὶ Ἰωαχάν, υἱοὶ Βαρειγά· καὶ Ζαβαδιὰ καὶ Μοσολλὰμ καὶ Ἁζακεὶ καὶ Ἅβαρ καὶ Σαμαρεὶ καὶ Ζαρειὰ καὶ Ἰωάβ, υἱοὶ Ἐλχάαδ· καὶ Ἰακεὶμ καὶ Ζαχρεὶ καὶ Ζαβδεὶ καὶ Ἐλιωλιαὰ καὶ Σαλθεὶ καὶ Ἐλιηλεὶ καὶ Ἀβιὰ καὶ Βεριγὰ καὶ Βαραιὰ καὶ Σαμαράθ, υἱοὶ Σαμαείθ· καὶ Ἰσφὰν καὶ Ὤβδη καὶ Ἐλεὴλ καὶ Ἀβαδὼν καὶ Ζεχρεὶ καὶ Ἁνὰν καὶ Ἁνανιὰ καὶ Ἀμβρεὶ καὶ Αἰλὰμ καὶ Ἀνωθαὶθ καὶ Ἀθεὶν καὶ Ἰεφερειὰ καὶ Φελιήλ, υἱοὶ Σωιήκ· καὶ Ἰσμασαριὰ καὶ Σαραιὰ καὶ Ὀγοθολιὰ καὶ Ἰασαραιὰ καὶ Σαραιὰ καὶ Ἠλιὰ καὶ Ζαχρεὶ υἱοὶ Ἰραάμ. οὗτοι ἄρχοντες πατριῶν, κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἰερουσαλήμ. καὶ ἐν Γαβαὼν κατῴκησεν πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μολχά· καὶ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαλών, καὶ Σοὺρ καὶ Κεὶς καὶ Βααλακαὶμ καὶ Ἀδὰδ καὶ Δοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζάχουρ καὶ Μακαλώθ. καὶ Μακαλὼθ ἐγέννησεν τὸν Σεμαά. καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἰερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεσοῦε καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Ἀσαβάλ. καὶ υἱοὶ Ἰωναθὰν Μεριβάαλ· καὶ Μεριβάαλ ἐγέννησεν τὸν Μιχιά. καὶ υἱοὶ Μιχιά· Φιθὼν καὶ Μελχὴλ καὶ Θερέε καὶ Ζάκ. καὶ Ζὰκ ἐγέννησεν τὸν Ἰὰδ καὶ Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Σαλαιμὰθ καὶ τὸν Σαλμὼ καὶ τὸν Ζαμβρεί, καὶ ἐγέννησεν Ζαμβρεὶ τὸν Μαισά· καὶ Μαισὰ ἐγέννησεν τὸν Βανά· Ῥαφαὶ υἱὸς αὐτοῦ, Σαλασὰθ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ. καὶ τῷ Ἐσὴλ ἕξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρεικαὶ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ καὶ Σαραιὰ καὶ Ἀβδειὰ καὶ Ἁνάν· πάντες οὗτοι υἱοὶ Ἐσήλ. καὶ υἱοὶ Ἄσηλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ, καὶ Γὰγ ὁ δεύτερος· Ἐλιφάλεις ὁ τρίτος. καὶ ἦσαν υἱοὶ Αἰλεὶμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμείν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.