Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβοῦε. καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω υἱῶν αὐτοῦ· καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωναθὰν καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Μελχεισοῦε υἱοὺς Σαούλ. καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ· καὶ εὗρον αὐτοὺς οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσαν ἀπὸ τῶν τόξων. καὶ εἶπεν Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβεν Σαοὺλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾽ αὐτήν. καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαούλ, καὶ ἔπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ. καὶ ἀπέθανεν Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν. καὶ εἶδεν πᾶς ἀνὴρ Ἰσραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραήλ, καὶ ὅτι ἀπέθανεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλειπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς. Καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας, καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβοῦε. καὶ ἐξέδυσαν αὐτόν, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ· καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν, καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών. καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τῷ Ἰσραήλ. καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατός, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ, καὶ ἤνεγκαν αὐτὰ εἰς Ἰαβείς, καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ἰαβείς· καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας. καὶ ἀπέθανεν Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ αἷς ἠνόμησεν τῷ θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησεν Σαοὺλ ἐν τῷ ἐνγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζήτησεν Κύριον· καὶ ἀπέκτεινεν αὐτόν, καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυεὶδ υἱῷ Ἰεσσαί.
1 Chronicles 10
Read in English (BSB) — 1 Chronicles 10 →Tap any verse to see what it echoes — and start a chain or echo from it.