Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα, ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ· υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἁρσὼν καὶ Χαρμεί. υἱοὶ Ἰωήλ· Σεμεεὶ καὶ Βαναιὰ υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεεί· υἱὸς αὐτοῦ Ἠχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωήλ, υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισεν Θαλγαβανάσαρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβήν. καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γένεσιν αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαριὰ καὶ Βάλεκ υἱὸς Ὀζοὺζ υἱὸς Σάμα υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαὺ καὶ Βεελμασσών, καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῷ πολλὰ ἐν γῇ Γαλαάδ. καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ᾽ ἀνατολὰς τῆς Γαλαάδ. Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασὰν ἕως Ἐλχά· Ἰωὴλ πρωτότοκος, καὶ Σαβὰτ ὁ δεύτερος, καὶ Ἰανεὶν ὁ γραμματεὺς ἐν βασάν. καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολὰμ καὶ ΣέΒεε καὶ Ἰωρεὲ καὶ Χιμὰ Ζοῦε καὶ Ὠβήδ, ὀκτώ. οὗτοι υἱοὶ Ἀβειχαιὰ υἱοὶ Οὑρεὶ υἱοῦ Ἰδαὶ υἱοῦ Γαλαὰδ υἱοῦ Μειχαὴλ υἱοῦ Ἰσαὶ υἱοῦ Ἰουρεὶ υἱοῦ Ζαβουχὰμ υἱοῦ Ἀβδεὴλ υἱοῦ Γουνεί· ἄρχων οἴκου πατριῶν, κατοίκων ἐν Γαλαάμ, ἐν Βασὰμ καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Γεριὰμ ἕως ἐξόδου. πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωαθὰμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ. Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσὴ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσεράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἁγαρηνῶν καὶ Τουραίων καὶ Ναφεισαδαίων καὶ Ναδαβαίων, καὶ κατίσχυσαν ἐπ᾽ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἁγεραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν· ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν. καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾽ αὐτῶν ἕως τῆς μετοικεσίας. Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσὴ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαιλεὶμ καὶ Σανεὶρ καὶ ὄρος Ἁερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὄφερ καὶ Σεεὶ καὶ Ἐλειὴλ καὶ Ἐσδριὴλ καὶ Ἰερμειὰ καὶ Ὡδουιὰ καὶ Ἰελειήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν. καὶ ἐπήγειρεν ὁ θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγναφαμάσαρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισεν τὸν Ῥουβὴν καὶ τὸν Γαδδεὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Χωζὰρ ἕως τῆς ἡμέρας ταύτης.
1 Chronicles 5
Read in English (BSB) — 1 Chronicles 5 →Tap any verse to see what it echoes — and start a chain or echo from it.