Καὶ υἱοὶ Ἰούδα· Φάρες, Ἁρσὼν καὶ Χαρμεὶ καὶ Ὥρ, Σουβάλ, καὶ Ῥαδὰ υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησεν τὸν Ἴεθ, καὶ Ἴεθ ἐγέννησεν τὸν Ἀχειμεὶ καὶ τὸν Λάαθ· αὗται αἱ γενέσεις τοῦ Ἀραθεί. καὶ οὗτοι υἱοὶ Αἰτάν· Ἀζραὴλ καὶ Ῥαγμὰ καὶ Ἰαβάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἑσηλεββών. καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὡσάν· οὗτοι υἱοὶ Ὣρ τοῦ πρωτοτόκου Ἐφράθα πατρὸς Βαιθλάδεν. καὶ τῷ Σαρὰ πατρὶ Θεκῶε ἦσαν δύο γυναῖκες, Ἁωδὰ καὶ Θοαδά. καὶ ἔτεκεν αὐτῷ Ἁωδὰ τὸν Ὠχαιὰ καὶ τὸν Ἡφὰλ καὶ τὸν Θαιμὰν καὶ τὸν Ἀσηράν· πάντες οὗτοι υἱοὶ Ἁώδας. καὶ υἱοὶ Λοάδας· Ἄρεθ καὶ Σάαρ καὶ Σεννών. καὶ Κῶε ἐγέννησεν τὸν Ἐννὼν καὶ τὸν Σαβαθά, καὶ γεννήσεις ἀδελφοῦ Ῥηχὰβ υἱοῦ Ἱαρείμ. Καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα Ἔτεκον ὡς γάβης. καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν θεὸν Ἰσραὴλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με, καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ἦν ἡ χείρ σου μετ᾽ ἐμοῦ, καὶ ποιήσῃς γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ᾐτήσατο. Καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησεν τὸν Μαχείρ· οὗτος πατὴρ Ἀσσαθών. ἐγέννησεν τὸν Βαθραίαν καὶ τὸν Βεσσῆε καὶ τὸν Θαιμάν, πατέρα πόλεως Ναὰς ἀδελφοῦ Ἐσελὼν τοῦ Χενεζεί· οὗτοι ἄνδρες Ῥηχάβ. καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραιά. καὶ υἱοὶ Γοθονιήλ· Ἁθάθ. καὶ Μαναθεὶ ἐγέννησεν τὸν Γοφερά. καὶ Σαραιὰ ἐγέννησεν τὸν Ἰωβὰβ πατέρα Ἀγεαδδαείρ, ὅτι τέκτονες ἦσαν. καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἤρ, Ἀδαὶ καὶ Νόομ. καὶ υἱοὶ Ἀδά· Κενέζ. καὶ υἱὸς αὐτοῦ Γεσεὴλ, Ἀμηαχεὶ καὶ Ζαφὰ καὶ Ζαιρὰ καὶ Ἰσεραήλ. καὶ υἱοὶ Ἐσρεί· Ἰεθερεί, Πῶραδ καὶ Ἄφερ καὶ Ἀμών. καὶ ἐγέννησεν Ἰέθερ τὸν Μαιὼν καὶ τὸν Σεμὲν καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών. καὶ ἡ γυνὴ αὐτοῦ, αὕτη Ἁδειά, ἔτεκεν τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἁβεισὰ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών· καὶ οὗτοι υἱοὶ Γελιὰ θυγατρὸς Φαραὼ ἣν ἔλαβεν Νωρωήλ. καὶ υἱοὶ γυναικὸς τῆς Ἱδουίας ἀδελφῆς Νάχεθ καὶ Δαλειλὰ πατὴρ Κεειλά, καὶ Σεμεγὼν πατὴρ Ἰωμάν, καὶ Μαναὴμ πατρὸς Κεειλὰ Ἁταμεὶ καὶ Ἐσθαιμωνὴ Νωχαθεί. καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Ἰνών. καὶ υἱοὶ Σεεὶ· Ζωάν. καὶ υἱοὶ Ζωάβ, υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα, Ἢρ πατὴρ Ληχά, καὶ Μαδὰθ πατὴρ Μαιχά· καὶ γενέσεις οἰκιῶν ἐφρὰθ ἁβὰκ τῷ οἴκῳ Ἐσοβά· καὶ Ἰωακεὶμ καὶ ἄνδρες Σωχηθὰ Ἰωαδὰ καὶ Σαιά, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἁβεδηρεὶν ἀθουκιείν. οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀζαεὶμ καὶ Γαβαηρὰ μετὰ τοῦ βασιλέως· ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ. Υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμείν, Ἰαρείν, Ζάρες, Σαούλ· Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, Σεμεεὶ υἱὸς αὐτοῦ. τῷ Σεμεεὶ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα. καὶ κατῴκησαν ἐν Βηρσάβεε καὶ Σάμα καὶ Μωαλδὰ καὶ Ἑσηρεουλάβ· Ἀβελλὰ καὶ Βοόσαλ καὶ Θουλάεμ καὶ Βαθοὺν καὶ Ἑρμὰ καὶ Ὠκλὰ καὶ Βαιθμαρειμὼθ καὶ Ἡμισυσεσορὰμ καὶ οἶκον Βραουμσεωρείμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυείδ. καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ῥεμμὼν καὶ Θόκκα καὶ Αἰσάρ, πόλεις πέντε. καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάλατ· αὕτη κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσειὰ υἱὸς Ἀμασειὰ καὶ Ἰωήλ· καὶ οὗτος υἱὸς Ἰσαβιὰ υἱὸς Σαρααὺ υἱὸς Ἀσιήλ· καὶ Ἐλιωναὶ καὶ Ἰωκάβα καὶ Ἰασουιὰ καὶ Ἀσιὰ υἱοὶ Ἀωσὰλ υἱοῦ Σαφὰλ υἱοῦ Ἀμὼν υἱοῦ Ἰδιὰ υἱοῦ Σαμὰρ υἱοῦ Συμεών. οὗτοι οἱ διελόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος. Καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαί, τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν. καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς· καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν, καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. καὶ ἤλθοσαν οὗτοι γεγραμμένοι ἐπ᾽ ὀνόματος ἐν ἡμέραις Ἑζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· καὶ ᾤκησαν ἀντ᾽ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηεὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττειὰ καὶ Νωαδειὰ καὶ Ῥαφαιὰ καὶ Ὀζειὴλ υἱοὶ Ἰεσθὲν ἄρχοντες αὐτῶν· καὶ ἐπάταξαν τούς καταλειφθέντας τοὺς καταλοίπους τοῦ Ἀμαλὴκ ἕως τῆς ἡμέρας ταύτης.
1 Chronicles 4
Read in English (BSB) — 1 Chronicles 4 →Tap any verse to see what it echoes — and start a chain or echo from it.