Υἱοὶ Λευεί· Γεδσών, Καὰθ καὶ Μαραρεί. καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζειήλ. καὶ υἱοὶ Ἀμβράν· Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ Ἀαρών· Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ. Ἐλεαζὰρ ἐγέννησεν τὸν Φεινεές, Φεινεὲς ἐγέννησεν τὸν Ἀβεισού, Ἀβεισοὺ ἐγέννησεν τὸν Βωέ, καὶ Βωὲ ἐγέννησεν τὸν Ὀζεί, Ὀζεὶ ἐγέννησε τὸν Ζαραιά, Ζαραιὰ ἐγέννησεν τὸν Μαρειήλ, καὶ Μαρειὴλ ἐγέννησεν τὸν Ἀμαρειά, καὶ Ἀμαρειὰ ἐγέννησεν τὸν Ἀχειτώβ, καὶ Ἀχειτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Ἀχειμάας, καὶ Ἀχειμάας ἐγέννησεν τὸν Ἀζαριά, καὶ Ἀζαρίας ἐγέννησεν τὸν Ἰωανάς, καὶ Ἰωανὰς ἐγέννησεν τὸν Ἀζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ἐν Ἰερουσαλήμ. καὶ ἐγέννησεν Ἀζαριὰ τὸν Ἀμαριά, καὶ Ἀμαριὰ ἐγέννησεν τὸν Ἀχειτώβ, καὶ Ἀχειτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Σαλώμ, καὶ Σαλὼμ ἐγέννησεν τὸν Χελκείαν, καὶ Χελκείας ἐγέννησεν τὸν Ἀζαριά, καὶ Ἀζαρίας ἐγέννησεν τὸν Σαραιά, καὶ Σαραίας ἐγέννησεν τὸν Ἰωσαδάκ. καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ἰούδα καὶ Ἰερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονοσόρ. Υἱοὶ Λευεί· Γεδσών, Καὰθ καὶ Μαραρεί. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενεὶ καὶ Σεμεεί. υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζειήλ. υἱοὶ Μαραρεί· Μοολεὶ καὶ Ὀμουσεί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευεὶ κατὰ πατριὰς αὐτῶν. τῷ Γεδσών, τῷ Λοβενεὶ υἱῷ αὐτοῦ, Ἰέεθ υἱὸς αὐτοῦ, Ζεμμὰ υἱὸς αὐτοῦ, Ἰωὰβ υἱὸς αὐτοῦ, Ἀδεὶ υἱὸς αὐτοῦ, Ἰαάρα υἱὸς αὐτοῦ, Ἰεθρεὶ υἱὸς αὐτοῦ. υἱοὶ Καάθ· Ἀμειναδὰβ υἱὸς αὐτοῦ, Κόρε υἱὸς αὐτοῦ, Ἁρεσεὶ υἱὸς αὐτοῦ, Ἐλκανὰ καὶ Ἀβιαθὰρ υἱὸς αὐτοῦ, Ἀσερεὶ υἱὸς αὐτοῦ, Κάαθ υἱὸς αὐτοῦ, Ὀριὴλ υἱὸς αὐτοῦ, Ὀζειὰ υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. καὶ υἱοὶ Ἐλκανά· Ἀμεσσεὶ καὶ Ἀλειμώθ, Ἐλκανὰ υἱὸς αὐτοῦ, Σουφεὶ υἱὸς αὐτοῦ, Καῖναθ υἱὸς αὐτοῦ, Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἰδαὲρ υἱὸς αὐτοῦ, Ἐλκανὰ υἱὸς αὐτοῦ. υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανεὶ καὶ Ἀβιά. υἱοὶ Λοβενεὶ υἱὸς αὐτοῦ, Σομεεὶ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ, Σομεὰ υἱὸς αὐτοῦ, Ἁμὰ υἱὸς αὐτοῦ, Ἀσαβὰ υἱὸς αὐτοῦ. Καὶ οὗτοι οὓς κατέστησεν Δαυεὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ. καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμὼν τὸν οἶκον ἐν Ἰερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἱμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ υἱοῦ Σαμουὴλ υἱοῦ Ἐλκανὰ υἱοῦ Ἠαὰλ υἱοῦ Ἐλειὴλ υἱοῦ Θεῖε υἱοῦ Σοὺφ υἱοῦ Ἐλκανὰ υἱοῦ Μὲθ υἱοῦ Ἀμαθειοὺ υἱοῦ Ἐλκανὰ υἱοῦ Ἰωὴλ υἱοῦ Ἀζαριὰ υἱοῦ Σαφανιὰ υἱοῦ Θάαθ υἱοῦ Ἀσεὶρ υἱοῦ Ἀβιασὰρ υἱοῦ Κόρε υἱοῦ Ἰσσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ. καὶ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχιὰ υἱοῦ Σαμαὰ υἱοῦ Μειχαὴλ υἱοῦ Μαασαὶ υἱοῦ Μελχειὰ υἱοῦ Ἀθανεὶ υἱοῦ Ζααραὶ υἱοῦ Ἀζειὰ υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰμ υἱοῦ Σεμεεὶ υἱοῦ Ἦχα υἱοῦ Γεεδσὼν υἱοῦ Λευεί. καὶ υἱοὶ Μεραρεὶ ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κεισαὶ υἱοῦ Ἀβδεὶ υἱοῦ Μαλὼχ υἱοῦ Ἁσεβεὶ υἱοῦ Ἀμεσσειὰ υἱοῦ Βανεὶ υἱοῦ Σέμμηρ υἱοῦ Μοολεὶ Μοσεὶ υἱοῦ Μερραρεὶ υἱοῦ Λευεί. Καὶ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν οἱ Λευεῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ. καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ. Καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεαζὰρ υἱὸς αὐτοῦ Φεινεὲς υἱὸς αὐτοῦ, Ἀβεισοὺ υἱὸς αὐτοῦ, Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζεὶ υἱὸς αὐτοῦ, Ζαραιὰ υἱὸς αὐτοῦ, Μαρειὴλ υἱὸς αὐτοῦ, Ἀλιαρειὰ υἱὸς αὐτοῦ, Ἀχειτὼβ υἱὸς αὐτοῦ, Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχεισάμα υἱὸς αὐτοῦ. Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ αὐτῶν τοῦ Κααθεί, ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος. καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν τῇ Ἰουδαίᾳ καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς. καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή. καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρών, καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὰ Ἱεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβεὶρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀττὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βασάμυς· καὶ ἐκ φυλῆς Βενιαμεὶν καὶ τὴν Γάβαι καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαλέμεθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀγχὼχ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσὴ κλήρῳ πόλεις δέκα. καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσαχάρ, ἐκ φυλῆς Ἀσήρ, ἐκ φυλῆς Νεφθαλεί, ἐκ φυλῆς Μανασσὴ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. καὶ τοῖς υἱοῖς Μεραρεὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβήν, ἐκ φυλῆς Δάν, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δέκα δύο. καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν τὰς πόλεις ταύτας ἃ ἐκάλεσεν αὐτάς. καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καάθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφράιμ. καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτρηίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφράιμ, καὶ τὴν Γάζερ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰκαὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθωρὼν καὶ τὰ περισπόρια αὐτῆς· καὶ ἀπὸ τῶν ἡμίσους φυλῆς Μανασσὴ τὴν Ἀμὰρ καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσὴ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περιπόλια αὐτῆς, καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· καὶ ἐκ φυλῆς Ἰσσαχὰρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεβερεὶ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς· καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀβαρὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἱκὰκ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς· καὶ ἀπὸ φυλῆς Νεφθαλεὶ τὴν Κέδες ἐν τῇ Γαλειλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Καριαθάιμ καὶ τὰ περισπόρια αὐτῆς. τοῖς υἱοῖς Μεραρεὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Θαχχειὰ καὶ τὰ περισπόρια αὐτῆς ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ τὴν Ἰερειχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου ἐκ φυλῆς Ῥουβὴν τὴν Βόσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Καδαμὼς καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαέφλα καὶ τὰ περισπόρια αὐτῆς· καὶ ἐκ φυλῆς Γὰδ τὴν Ῥαμμὼν Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαανάιθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἑσεβὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς.
1 Chronicles 6
Read in English (BSB) — 1 Chronicles 6 →Tap any verse to see what it echoes — and start a chain or echo from it.