τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾽ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον. ἄνθρωπος συνετὸς ἐνπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δικαίων. ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει. διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾽ ἡλίου; ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς· ἀπ᾽ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Ἀδάμ· ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς, καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν· ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν, καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾽ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν, καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτούς, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός. καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός. Κἀγὼ ἔσχατος ἠγρύπνησα, καὶ κατακληρονομήσεις αὐτοὺς καθὼς ἀπ᾽ ἀρχῆς. ⸆ ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπ᾽ ὀνόματί σου, καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας. οἰκτείρησον πόλιν ἁγιάσματός σου, Ἰερουσαλήμ, πόλιν καταπαύματός σου· πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου, καὶ ἔγειρον προφητείας τὰς ἐπ᾽ ὀνόματί σου· δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. εἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι Κύριος εἶ, ὁ θεὸς τῶν αἰώνων. Πᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρεῖσσον. κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πρᾳύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾽ υἱοὺς ἀνθρώπων. ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ᾽ αὐτὸν καὶ στύλον ἀναπαύσεως. οὗ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.
Sirach 36
Tap any verse to see what it echoes — and start a chain or echo from it.