Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φρόντισον αὐτῶν καὶ οὕτω κάθισον· καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς δι᾽ αὐτούς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον. Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά. ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν, καὶ ἀκαίρως μὴ σοφίζου. σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου· ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικῶν ἐφ᾽ ἡδεῖ οἴνῳ. λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει· ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν· ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ· οἱ φοβούμενοι Κύριον εὑρήσουσιν κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μετ᾽ αὐτοῦ ἄνευ βουλῆς. ἄνευ βουλῆς μηθὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν· μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ, καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν. ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
Sirach 35
Tap any verse to see what it echoes — and start a chain or echo from it.