Echo Scripture

Psalms 70

Read in English (BSB) — Psalms 71

Τῷ Δαυείδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ὁ θεὸς, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με. γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. ὁ θεός, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· Κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου. ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός. ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός. πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρεπίαν σου. μὴ ἀπορίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλιπεῖν τὴν ἰσχύν μου μὴ ἐνκαταλίπῃς με. ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοί, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό, λέγοντες Ὁ θεὸς ἐνκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. ὁ θεός, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ, αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι. ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων πραγματίας. εἰσελεύσομαι ἐν δυναστίᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου, καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ θεός, μὴ ἐνκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ, τὴν δυναστίαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ θεός, ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα. ὁ θεός, τίς ὅμοιός σοι; ὅτι ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, πλεονάσας τὴν δικαιοσύνην σου. καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων πάλιν ἀνήγαγές με. καὶ γὰρ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ψαλῶ σοι, ὁ θεός, ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ. ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω. ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

Tap any verse to see what it echoes — and start a chain or echo from it.