Echo Scripture

Psalms 69

Read in English (BSB) — Psalms 70

Εἰς τὸ τέλος· τῷ Δαυεὶδ εἰς ἀνάμνησιν, εἰς τὸ Σῶσαί με Κύριον. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά· ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.

Tap any verse to see what it echoes — and start a chain or echo from it.