Συνέσεως τῷ Δαυεὶδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψάν μοι παγίδα. κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, Κύριε· ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.
Psalms 141
Read in English (BSB) — Psalms 142 →Tap any verse to see what it echoes — and start a chain or echo from it.