Echo Scripture

Psalms 140

Read in English (BSB) — Psalms 141

Ψαλμὸς τῷ Δαυείδ. Κύριε, πρὸς σὲ ἐκέκραξα, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν, καὶ οὐ μὴ συνδοιάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλὴν μου· ὅτι ἔτι καὶ ἔτι ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν· ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδυνήθησαν. ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. ὅτι πρὸς σέ, Κύριε κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου· φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.

Tap any verse to see what it echoes — and start a chain or echo from it.