Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημείας, κατ᾽ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ οἱ παρεμβαλόντες κατὰ νότον κατ᾽ ἀνατολὰς τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα Ναασσὼν υἱὸς Ἀμειναδάβ· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσαχάρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· δύναμις αὐτῶν οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν. Τάγμα παρεμβολῆς Ῥουβήν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴν Ἐλισοὺρ υἱὸς Σεδιούρ· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι· καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλὴ Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ῥουβὴν ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν. Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευειτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ᾽ ἡγεμονίαν. Τάγμα παρεμβολῆς Ἐφράιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς Ἐμιούδ. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσή, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασσούρ· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. καὶ οἱ παρεμβαλόντες ἐχόμενοι φυλῆς Βενιαμείν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γαδεωνεί· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφράιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν. Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλεί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν· δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ ν᾽ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν. Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ᾽ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. οἱ δὲ Λευεῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξεν Κύριος τῷ Μωυσῇ· οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν.
Numbers 2
Read in English (BSB) — Numbers 2 →Tap any verse to see what it echoes — and start a chain or echo from it.