ΚΑΙ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σεινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων Λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενίας, κατ᾽ οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος, κατὰ κεφαλὴν αὐτῶν· πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς. καὶ μεθ᾽ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων· καὶ κατ᾽ οἴκους πατριῶν ἔσονται. καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ᾽ ὑμῶν· τῶν υἱῶν Ῥουβὴν Ἐλεισοὺρ υἱὸς Σεδιούρ· τῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρεισαδαί· τῶν Ἰούδα Νασσὼν υἱὸς Ἀμειναδάβ· τῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· τῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· τῶν υἱῶν Ἰωσήφ, τῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς Ἐμιούδ, τῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασούρ· τῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γεδεωνεί· τῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· τῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· τῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ· τῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν. οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς, χιλίαρχοι Ἰσραήλ εἰσιν. καὶ ἔλαβεν Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος, καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν. ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σεινά. Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπισκοπὴ αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ φ᾽. Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. Τοῖς υἱοῖς Ἰσσαχὰρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφράιμ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφράιμ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. Τοῖς υἱοῖς Μανασσὴ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ δύο καὶ τριάκοντα χιλιάδες καὶ τριακόσιοι. Τοῖς υἱοῖς Βενιαμεὶν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμεὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. Τοῖς υἱοῖς Γὰδ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. Τοῖς υἱοῖς Δὰν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. Τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ μία καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. Τοῖς υἱοῖς Νεφθαλεὶ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλεὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. Αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν. καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ ἐν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. Οἱ δὲ Λευεῖται ἐκ τῆς φυλῆς τῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Ὅρα τὴν φυλὴν τὴν Λευεὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ υἱῶν Ἰσραήλ. καὶ σὺ ἐπίστησον τοὺς Λευείτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν. καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευεῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω. καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν· οἱ δὲ Λευεῖται παρεμβαλέτωσαν ἐναντίον Κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ Λευεῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ πάντα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρών, οὕτως ἐποίησαν.
Numbers 1
Read in English (BSB) — Numbers 1 →Tap any verse to see what it echoes — and start a chain or echo from it.