Echo Scripture

Judges 9

Read in English (BSB) — Judges 9

Καὶ ἐπορεύθη Ἀβειμέλεχ υἱὸς Ἰεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ, καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγενίαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων Λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχέμ Τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἰεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι. καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους· καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβειμέλεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν, καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ· καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβειμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ. καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφράθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἰεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωαθὰν υἱὸς Ἰεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη. Καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλών, καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Ἀβειμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις. καὶ ἀνηγγέλη τῷ Ἰωαθάν· καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαρειζείν, καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν, καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ θεός. πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ᾽ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ᾽ ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία Μὴ ἀπολείψασα τὴν πιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; καὶ εἶπον τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος Μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾽ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθῃ πῦρ ἀπ᾽ ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου. καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ· ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ, καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν· καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβειμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾽ ὑμῖν. εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβειμέλεχ καὶ φάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλλών, καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλὼν καὶ καταφάγοι τὸν Ἀβειμέλεχ. καὶ ἔφυγεν Ἰωαθὰν καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβειμέλεχ ἀδελφοῦ αὐτοῦ. Καὶ ἦρξεν Ἀβειμέλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη. καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβειμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβειμέλεχ· τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ἰεροβάαλ καὶ τὰ αἵματα αὐτῶν, τοῦ θεῖναι ἐπὶ Ἀβειμέλεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφούς. καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων, καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἀβειμέλεχ. καὶ ἦλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων. καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν, καὶ ἐποίησαν ἑλλουλείμ, καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ εἶπον καὶ κατηράσαντο τὸν Ἀβειμέλεχ. καὶ εἶπεν Γάαδ υἱὸς Ἰώβηλ Τίς ἐστιν Ἀβειμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχὲμ ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς Ἰεροβάαλ, καὶ Ζεβούλ, ἐπίσκοπος αὐτοῦ, δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς; καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Ἀβειμέλεχ καὶ ἐρῶ πρὸς αὐτόν Πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε. καὶ ἤκουσεν Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γάλααδ υἱοῦ Ἰώβηλ, καὶ ὠργίσθη θυμῷ αὐτός. καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβειμέλεχ ἐν κρυφῇ λέγων Ἰδοὺ Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ. καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ· καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα εὕρῃ ἡ χείρ σου. καὶ ἀνέστη Ἀβειμέλεχ καὶ πᾶς ὁ λαὸς μετ᾽ αὐτοῦ νυκτός, καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς. καὶ ἐξῆλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Ἀβειμέλεχ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου. καὶ εἶδεν Γάλααδ υἱὸς Ἰώβηλ τὸν λαόν, καὶ εἶπεν πρὸς Ζεβούλ Ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων· καὶ εἶπεν πρὸς αὐτὸν Ζεβούλ Τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας. καὶ προσέθετο ἔτι Γάλααδ τοῦ λαλῆσαι καὶ εἶπεν Ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ Ἠλωνμαωνεμείν. καὶ εἶπεν πρὸς αὐτὸν Ζεβούλ Καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας Τίς ἐστιν Ἀβειμέλεχ ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαὸς ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ. καὶ ἐξῆλθεν Γάλααδ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρετάξατο πρὸς Ἀβειμέλεχ. καὶ ἐδίωξεν αὐτὸν Ἀβειμέλεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης. καὶ εἰσῆλθεν Ἀβειμέλεχ ἐν Ἀρημά· καὶ ἐξέβαλεν Ζεβοὺλ τὸν Γάλααδ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς ἀγρὸν καὶ ἀνήγγειλεν τῷ Ἀβειμέλεχ. καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχάς, καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. καὶ Ἀβειμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾽ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς. καὶ Ἀβειμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν, καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας. καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχέμ, καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηρβερίθ. καὶ ἀνηγγέλη τῷ Ἀβειμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ. καὶ ἀνέβη Ἀβειμέλεχ εἰς ὄρος Ἐρμών, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ· καὶ ἔλαβεν Ἀβειμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ᾽ ὤμων αὐτοῦ, καὶ εἶπεν τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ Ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ. καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Ἀβειμέλεχ, καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν, καὶ ἐνεπύρισαν ἐπ᾽ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί· καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες. Καὶ ἐπορεύθη Ἀβειμέλεχ ἐκ Βαιθηρβερὶθ καὶ παρενέβαλεν ἐν Θηβής, καὶ κατέλαβεν αὐτήν. καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως, καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου. καὶ ἦλθεν Ἀβειμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Ἀβειμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί. καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Ἀβειμέλεχ, καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ. καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με, μή ποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν. καὶ εἶδεν ἀνὴρ Ἰσραὴλ ὅτι ἀπέθανεν Ἀβειμέλεχ· καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Ἀβειμέλεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ. καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν· καὶ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ἡ κατάρα Ἰωαθὰν υἱοῦ Ἰεροβάαλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.